116
∆αρδάπτω. ὁμοίως. ἀπὸ τοῦ δάπτω. διὰ δὲ χρόα καλὸν εδαψε. ∆αρθεῖν. κυρίως τὸ ἐπὶ δερμάτων καθευδῆσαι. δραθεῖν καθ' ὑπέρθεσιν. ὡς καρδία, κραδία. ειρηται παρὰ τὸ δέρμα. η παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, γίνεται δρήθω τὸ κοιμῶμαι κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐκ ἐνεργοῦσι. ∆ασμοφορεῖν. συμμερίζειν. ∆ασμολογῶ. συνάγω. σὺ δὲ δασμολογεῖς, καὶ παρ' ἑκόντων καὶ ἀκόντων λαμβάνεις. ∆άσασθαι. συμμερίσασθαι. ∆άσαντο. ἐμερίσαντο. ἀπὸ τοῦ δαίω, δαίσω, δάσω, δάξ. ∆αύω. κυρίως τὸ δεσμῶ. παρὰ τὸ δέω τὸ δεσμεύω. Ομηρος· πῶς αν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι θεοῖσι. ο κατὰ συναλοιφὴν γίνεται δῶ. ἐκ τούτου δαύω, ὡς χρῶ χραύω. ειρηται καὶ ἐπὶ τοῦ καθεύδειν· οἱ γὰρ καθεύδοντες δεσμουμένοις ἐοίκασι. τὸ δαύω παρὰ τὸ δαίω, τροπῇ τοῦ ˉι εἰς ˉυ. ∆άσασθαι. τὸ σπεῖραι. παρ' ̔Ησιόδῳ· σπέρματα δάσασθαι, φυτὰ δ' ἐνθρέψασθαι αριστα. delta.474 ( ̓Επίῤῥημα.) ∆αί. σύνδεσμος, προηγούμενος τῶν πευστικῶν μορίων, ος καὶ διὰ διφθόγγου γράφεται. ∆αιμονίωσ. παραδόξως. ὑπερφυῶς· μακαρίως. ∆αιτρευτῶσ. μεριστῶς. Τὸ ∆ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) ∆εκατευτὴς καὶ δεκατολόγοσ. ὁ τελώνης. ∆εκτῆρεσ. ὑποδοχεῖς. ∆εκελεικόσ. Πελοποννησιακός. ∆εκελεικὸς πόλεμος, καθὰ ∆εκέλεια ̓Αθηναίοις ἐπετειχίσθη. διφθόγγως δὲ γράφεται. ἀπὸ γὰρ ∆εκέλεια γίνεται ∆εκελειακὸς καὶ ∆εκελεικός. ∆ειμαλέοσ. κατάφοβος. ωσπερ ἀπὸ τοῦ τάρβος γίνεται ταρβαλέος, ουτως καὶ ἀπὸ τοῦ δεῖμος δειμαλέος. δεῖ δὲ γινώσκειν, οτι τὰ διὰ τοῦ αλεος ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον εχουσιν, οιον ἀργαλέος, νηφαλέος. σεσημείωται δαιδάλεος ἀπὸ τοῦ δαιδάλειος κατὰ ἀποβολὴν τοῦ ˉι· κονισάλεος ἀπὸ τοῦ κονισάλειος κατὰ ἀποβολὴν τοῦ ἰῶτα· αἰθάλεος· τοῦτο διφορεῖται, πρὸ μιᾶς γὰρ εχει τὸν τόνον καὶ πρὸ δύο· πρὸ μιᾶς γὰρ ὑπάρχει ἀπὸ τοῦ αιθω, ὡς νήφω, νηφαλέος· ἡνίκα δὲ πρὸ δύο εχει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κατὰ ἀποβολὴν τοῦ ἰῶτα, ωσπερ ̓Απολλώνιος· αἰθάλεοι πρηστῆρες. ἀτασθάλεος ἀπὸ τοῦ ἀτασθάλιος, κατὰ τροπὴν τοῦ ˉι εἰς ˉε, η ἀπὸ τοῦ ἀτασθάλειος κατὰ ἀποβολὴν τοῦ ˉι. delta.475 ∆εῖμοσ. ὁ φόβος. ὡς ἀπὸ τοῦ ανθω γίνεται ανθιμος, καὶ κῦδος κύδιμος, ουτως καὶ ἀπὸ τοῦ δέος δέϊμος καὶ δεῖμος. ∆ειδήμων. ἀπὸ τοῦ δειδῶ, δειδήσω, τὸ φοβοῦμαι. ὡς τὸ φιλῶ, φιλήσω, φιλήμων. ∆ειλόσ. παρὰ τὸ δέος, δέϊλος, καὶ συναιρέσει δειλός. ∆εινίασ. παρὰ τὸ δεινὸς, δεινίας. πάντα δὲ τὰ παρὰ τὸ δεινὸς διὰ διφθόγγου, οιον· δεινολόγος, δείνων, δεινίας. ∆εινόσ. φοβερὸς, φόβου ποιητικός. λέγεται δὲ καὶ ὁ πανοῦργος καὶ ὁ ἱκανὸς καὶ ὁ ἀκολάκευτος καὶ ὁ σοφὸς καὶ ὁ εμπειρος. ∆εῖνοσ. τὸ παρ' ἡμῖν ψηκτήριον. ∆εινωποί. δειματώδεις, φοβεροί. ∆εισιδαίμων. ὁ εὐσεβής. Παῦλος· ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ. λέγεται καὶ ὁ ἀμφίβολος περὶ τὴν πίστιν, η καὶ ὁ δεδιὼς τοὺς δαίμονας. ∆ειλακρίων. ὁ ακρως δειλὸς, ὁ αθλιος, ὁ ἐλεεινὸς, ὁ ταλαίπωρος, ὁ ἐπίπονος. ∆ειπνητόσ. ὁ καθ' ἡμᾶς ἀρίστου καιρός. ∆εῖπνοσ. ὁ καιρὸς τῆς τροφῆς. καὶ ἡ ἐν τοιῷδε καιρῷ διδομένη τροφή. οιον· δεῖπνον ἐρίθοισι λεύκ' αλφιτα πολλὰ πάλυνον. οἱ δὲ κωμικοὶ καὶ νεώτεροι συγχέουσι τὸν καιρὸν, τὴν ἐπ' εριν τροφὴν δεῖπνον ὀνομάζονdelta.476 τες, ὡς καὶ νῦν, μεθ' ο δεῖ πονεῖν. ̓Επαφρόδιτος δὲ, παρὰ τὸ δάπτω, δάπτον καὶ δεῖπνον. η δεῖπνον τὸ πρώϊνον αριστον, οπερ ἀκρατισμὸς λέγεται. ειτα περὶ ωραν τρίτην αριστος, παρὰ τὸ εἰς ἀριστείαν προέρχεσθαι. ειτα τὸ ἑσπερινὸν, δόρπος, παρὰ τὸ δόρυ παύειν. ∆ελφίσ. πολεμιστήριον οργανον πρὸς ναυμαχίαν. οθεν καὶ δελφινοφόρον ναῦν. ∆ελφοί. τὸ ἱερὸν τοῦ ̓Απόλλωνος. ουτω δὲ ἐκλήθη διὰ τὸν ∆ελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ον ἀπέκτεινεν ὁ ̓Απόλλων. Πυθὼ δὲ, διὰ τὸ ἐκεῖσε σαπῆναι. ∆εξιόσ. ευνους, ἀγαθὸς, ἐπιτήδειος, εὐπαίδευτος. ∆εξίδωροι. δωροδόκοι. ∆εξιόλαβοσ. παραφύλαξ. ∆εξιτερόσ. πᾶν ονομα συγκριτικὸν, εἰς ˉνˉοˉς λῆγον, βαρύνεται. ζητητέον δὲ περὶ τῆς δεξιτερὸν κατὰ μαζόν. εἰ γάρ ἐστι δεξιὸς, ωφειλεν ειναι δεξιώτερος, ὡς λογιώτερος. εστιν ουν παρώνυμος ὁ χαρακτήρ. παρὰ τὸ δεξιὸς γίνεται δεξιερὸς, ὡς αριστος, ἀριστερὸς, φθόνος, φθονερὸς, μόγος, μογερός· καὶ πλεονασμῷ τοῦ ˉτ δεξιτερός.