ἀρίστου εἰς τὸν οἶκον ἄπεισι τοῦ Ἰωσήφ, καὶ κόψας τὴν θύραν, ὅστις εἴη μηνύειν ἐκέλευε τῷ θυρωρῷ. μηνύσαντος δέ, κελευσθεὶς ἐπείσεισι, καὶ κατ' ἰδίαν παραλαβὼν τὸν Ἰωσὴφ δείκνυσιν αὐτῷ τρίχινον ἔνδυμα, ὅπερ ἔνδοθεν τῶν ἱματίων ἠμφίεστο, καὶ μεθ' ὅρκων ἐπληροφόρησεν, ὡς τὴν τῶν μοναχῶν ἀσπαζόμενος πολιτείαν πάλαι ἂν περιεβάλετο τὸ σχῆμα καὶ τῶν βιωτικῶν ὑπεξήγαγεν ἑαυτὸν φροντίδων, εἰ μὴ ἐπέσχεν αὐτὸν ἡ τῶν βασιλέων προσπάθεια Κωνσταντίνου καὶ Ῥωμανοῦ, καὶ μέλλει ὅσον οὔπω τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπόν. καὶ μὴ μάτην ὑποπτεύεσθαι καθικέτευσε. τοῦτο θεασάμενος ὁ Ἰωσὴφ πίπτει εὐθέως πρὸς τοὺς πόδας αὐτοῦ, μετάνοιαν ἐκζητῶν, καὶ ὡς οὐ πιστεύσει τινὶ πληροφορῶν λέγοντί ποτε κατ' αὐτοῦ. βας̈Const.4 Ὑφωρᾶτο δὲ ὁ Βρίγγας καὶ Στέφανον τὸν βασιλέα, μέχρι τότε τοῖς ζῶσι συναριθμούμενον καὶ ἐξόριστον ἐν Μηθύμνῃ τυγχάνοντα, καὶ διὰ παντὸς ἐφρόντιζεν ὑπὸ ἀκριβεστέραν αὐτὸν εἶναι φυλακήν. ἀλλ' ἐκεῖνος κατὰ τὴν ἑορτὴν τοῦ μεγάλου σαββάτου τῶν θείων μετεσχηκὼς μυστηρίων εὐθὺς τέθνηκεν αἰφνιδίως, μηδεμιᾶς προηγησαμένης αἰτίας, ἀλλὰ τῆς Θεοφανοῦς, εἰ καὶ πόρρωθεν κατῴκιστο, κατεργασαμένης αὐτόν. βας̈Const.5 Πέτρος δὲ ὁ τῶν Βουλγάρων βασιλεὺς τῆς γυναικὸς αὐτοῦ θανούσης τὴν εἰρήνην τάχα ἀνανεούμενος, σπονδὰς πρὸς τοὺς βασιλεῖς ἔθετο, ὁμήρους δοὺς καὶ τοὺς οἰκείους δύο υἱοὺς Βορίσην καὶ Ῥωμανόν. καὶ μετὰ μικρὸν ἀπεβίω. οἱ δὲ υἱοὶ αὐτοῦ ἐν Βουλγαρίᾳ ἐπέμφθησαν μετὰ ταῦτα, ἐφ' ᾧ τῆς πατρῴας ἀντισχέσθαι βασιλείας, καὶ τοὺς κομητοπώλους ἀπείρξωσι τῆς πρόσω φορᾶς. ∆αβὶδ γὰρ καὶ Μωσῆς καὶ Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς ὄντες παῖδες τῶν μέγα δυνηθέντων ἐν Βουλγαρίᾳ κομήτων, πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὰ Βουλγάρων ἀνέσειον. καὶ ταῦτα μὲν συνηνέχθη ὧδε. βας̈Const.6 Ὁ δὲ Βρίγγας, ὃν εἴπομεν τρόπον, ἀπατηθεὶς ὑπὸ τοῦ Νικηφόρου, καὶ τοῦτον ἐάσας οἴκαδε ἀπελθεῖν, μετεμέλετο, καὶ ἐν δεινῷ ἐποιεῖτο, ὅτιπερ ἐντὸς ἀρκύων ἔχων τὸ θήραμα ἔλαθε τοῦτο φρενοβλαβῶς προηκάμενος. ἐμερίμνα γοῦν πῶς καὶ ποίᾳ μηχανῇ τῆς ἀπὸ τούτων ἀπολυθείη φροντίδος. ἔδοξεν οὖν αὐτῷ λυσιτελέστατον εἶναι πρὸς Ἰωάννην μάγιστρον γράψαι τὸν Τζιμισκήν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα, καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς Ῥωμαίων ἐπισημότατον στρατηγοῖς, στρατηγὸν τηνικαῦτα τῶν Ἀνατολικῶν ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρκούαν, φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ἀνατολῆς, γράμματα πέμψαι, καὶ φιλοτιμιῶν ὑποσχέσεσι καὶ δωρεῶν καὶ τιμῶν διεγεῖραι τούτους πρὸς καθαίρεσιν τοῦ Φωκᾶ. ἐγένοντο τὰ γράμματα, καὶ ὁ νοῦς τῶν γεγραμμένων ὑπῆρχεν οὗτος. εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν, ἢ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστίκου τῶν σχολῶν τῆς ἀνατολῆς μεγίστην ἀρχὴν λήψεται ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς δύσεως ὁ Ῥωμανός. κομισθέντων οὖν τῶν γραμμάτων τοῖς δηλωθεῖσιν ἀνδράσιν, ἐπείπερ σχετικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑπαναγινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διαναστῆναι πρὸς ἀλκὴν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρεκάλουν. ὀκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι. διὸ καὶ πρὸς τὸν τοῦ θανάτου ἀποδειλιάσας κίνδυνον τὴν πρόκλησιν ὑπεδέξατο. καὶ δευτέρᾳ τοῦ Ἰουλίου μηνός, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, ὑπὸ τῶν ἐν τῇ ἕῳ στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισκῆ Ῥωμαίων ἀναγορεύεται βασιλεύς. βας̈Const.7 Καὶ εἷς μὲν λόγος φέρεται οὕτως, ἕτερος δέ, ὁ καὶ δοκῶν ἀληθέστερος, ὡς πολὺν ὤδινε χρόνον τὴν τῆς βασιλείας ἐπιθυμίαν, καὶ οὐ τοσοῦτον αὐτὸν ὁ ταύτης ἔρως ἐξέφλεγεν, ὅσον ὁ τῆς βασιλίδος Θεοφανοῦς, ἐντυχόντα τε αὐτῇ, ὅτε τῇ βασιλευούσῃ διῆγε, καὶ πολλάκις πρὸς αὐτὴν ἐκπέμψαντα τὸν οἰκειότατον ὑπηρέτην αὐτοῦ Μιχαήλ. τοῦτο γὰρ καταφωράσας ὁ Βρίγγας ὑπόπτως διέκειτο πρὸς αὐτόν. τῆς τοίνυν ἀναρρήσεως αὐτοῦ φημισθείσης ἐν Κωνσταντινουπόλει, καὶ τῶν πραγμάτων ἐν ταραχῇ καθεστώτων, ὁ τὴν φροντίδα