γενεαῖς ἄληστον τὴν μνήμην τῆς τοῦ μεγάλου τούτου βασιλέως ὑπεροχῆς καὶ τῶν ἀπαραμίλλων ἔργων αὐτοῦ καὶ ἀθάνατον συντηρῶσι, καὶ πρὸς μίμησιν τοὺς ἀναγινώσκοντας ἕλκωσι, τῶν καλλίστων καὶ ὑπερφυεστάτων πραγμάτων πρὸς τοιοῦτον ἀποσκοποῦντας παράδειγμα θεοείκελον. καὶ ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα, ὅσα δηλονότι μέχρι τοῦ δευτέρου ἔτους τῆς αὐτοῦ βασιλείας θαυμασίως ἐπράχθησαν· τὰ δ' ἐπιόντα καθεξῆς ὁ λόγος δηλώσει τρανότερον.