15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τἆλλα τοῖς οἰκείοις καθυποβάλλων ὁρισμοῖς, τέλος καὶ τὸν θεὸν ὁριζόμενος, «ὃ μηδὲν τούτων ἐστὶν» εἴρηκας, εὔλογος ἄν σοι ὁ κατὰ ἀπόφασιν ὁρισμός. ἐπεὶ δὲ καὶ τὰ ὄντα ἀπερίληπτα διὰ τὸ ἄπειρον πέφυκε καὶ αὐτὸς ταύτην οὐ προεστήσω τὴν μέθοδον, παρήκουσας ἄρα τοῦ σοῦ διδασκάλου καὶ ἀπὸ διεφθαρμένης διαλεκτικῆς καθ' ἡμῶν ὥρμηκας. εἶτα οὐκ οἶσθα ὡς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐπὶ τῷ τοιούτῳ ὁρισμῷ ὥσπερ ἐπερυθριάσας, ἕτερον τέθεικε θετικόν, καὶ τοῦτον μᾶλλον ἐπικρίνας ἐξύμνησεν; Ἀλλ' ἔγωγε, φησὶν ὁ πατήρ, οὑτωσὶ λέγων μονονουχὶ οὐ λίαν σοι διαφέρομαι, ἀλλ' «ἐπεὶ ἀσώματόν ἐστι τὸ θεῖον, μικρόν τι προσεξετάσωμεν. πότερόν ἐστί που ἢ οὐδαμοῦ;» ἀλλ' «εἰ μὲν οὐδαμοῦ, πῶς ἂν εἴη;» σκόπει γὰρ τὰς σὰς τέχνας καὶ τὴν ἄφυκτόν σοι σὺν ἀντιθέσει ἀντιστροφήν· εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ οὐδὲ ὄν. οὕτω γὰρ ὀφείλομεν λέγειν, τὸν μὲν ἐν τῇ πρώτῃ προτάσει προκείμενον ὅρον ἐν τῇ δευτέρᾳ προτάσει ποιοῦντες ἑπόμενον καὶ τὸν ἐν ἐκείνῃ ἑπόμενον ἐνταῦθα ἡγούμενον, ἐναλλάττοντες καὶ τὰς ποιότητας, καὶ ὃ μὲν ἐκεῖσε καταφατικῶς εἴρηται, ἐνταῦθα ἀποφατικῶς λέγει, ὃ δὲ ἀποφατικῶς ἐκεῖ, ἐνταῦθα καταφατικῶς. ἀλλ' εὐλαβούμενος τοῦτο, ἐρεῖς ὅτι οὐχὶ οὐδαμοῦ ὁ θεός, ἀλλὰ ποῦ. καὶ σὺ μὲν οἴει ἐκπεφευγέναι, μᾶλλον δὲ γέγονας ἐν τῷ λαβυρίνθῳ. Προσερήσο μαι γάρ σε· ἐπεὶ τὸ ποῦ τόπου δηλωτικόν, τόποι δὲ δύο, τό τε πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν, ἐν τίνι τούτων ἔσται θεός, ἐν τῷ παντὶ ἢ ἐν τῷ ὑπὲρ τὸ πᾶν; εἰ μὲν οὖν ἐρεῖς, ἐν τῷ παντί, αὖθις ἄν σου ἡδέως πυθοίμην (παρὰ σοῦ γὰρ ἔχω ταῦτα πολυπραγμονεῖν), ἆρα ἐν ὅλῳ τῷ παντὶ ἔσται ἢ ἐν μέρει τοῦ παντός; εἰ μὲν οὖν ἐν μέρει, ὑπὸ βραχυτάτου ὁ ἀπερίληπτος περιγέγραπται, οὗ τί ἂν γένοιτο ἀθλιώτερον; «εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος ἡ περιγραφὴ καὶ ἄλλου πολλοῦ», φησὶν ὁ πατήρ. τί δὲ τοῦτό ἐστι τὸ πλεῖον, ὃ δὴ ἐγγύτατα πέφυκε; συγκριτικόν ἐστιν ὄνομα, ὑπεροχήν τινα πρὸς ἄλλο δηλοῦν, τὸ δὲ πᾶν ἄσχετόν ἐστι καὶ ἀπόλυτον. διὰ τοῦτό φησιν ὅτι, εἰ ἐν τῷ παντὶ περιγέγραπται, καὶ ὑπὸ πλείονος περιγέγραπται, ὅσον πρὸς τὴν ἐκ μέρους περιοχὴν καὶ ὑπὸ ἄλλου πολλοῦ, ὅσον πρὸς τὴν τοῦ παντὸς φύσιν ὑποκειμένου καὶ αὐτοῦ τοῦ πλείονος. «Ταῦτα μὲν εἰ ἐν τῷ παντί». ἀλλ' ἐπειδὴ τοῦτο γενητὸν καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, ἀγένητος δὲ ὁ θεός, «ποῦ» ἦν «πρὸ τοῦ γενέσθαι τὸ πᾶν;» εἰ δὲ φεύγων τὸ ἐντεῦθεν ἄτοπον ὑπὲρ τὸ πᾶν τιθῇς τὸν θεόν, ἐγώ σε οὐδὲν ἧττον πάλιν ἐν τοῖς ἀτόποις ζωγρήσω, καὶ δείξω ὡς φεύγων τὴν ἐν τοῖς σώμασιν ἵδρυσιν πάλιν ἐν τούτοις καθίζεις τὸν θεόν. ἐρήσομαι γάρ σε· τὸ ὑπὲρ τὸ πᾶν οὐ διῄρηται τοῦ παντός; οἶδα οὖν ὅτι θήσεις· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα, ἀλλὰ τὰς προτάσεις τιθείς, πρὸς τὰ συμπερά σματα μὴ δυσχέραινε. εἰ δὲ διῄρηται ἆρα οὐ χωρίῳ τινὶ καὶ οἷον διατειχί σματι ἀμφότερα περατοῦντι, τό τε πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ εἰ μὴ οὕτως, «πῶς» ἂν «ἐνοήθη τὸ ὑπεραῖρον καὶ τὸ ὑπεραιρόμενον;» ὥσπερ γάρ, ἵν' ἐπὶ παραδείγματι τὸν λόγον γυμνάσω, ἡ κεφαλὴ ὑπερκειμένη τοῦ σώματος μέσῳ τινὶ τῷ αὐχένι ἐκεῖθεν ὑπεραίρεται, οὕτω δὴ καὶ πᾶν ὃ ἄν τινος ὑπερτέταται, πέρασί τισι καὶ μέσοις ὁρίοις τὴν ὑπεροχὴν πρὸς τὸ ὑποπεπτωκὸς ἔχει. οὕτω δὴ καὶ τὸ ὑπὲρ τὸ πᾶν, ὑπερέχον τοῦ παντός, μέσῳ τινὶ ὑπερέχει σώματι, τὸ μὲν πᾶν ἀπαρτίζοντι, τῷ δὲ ὑπὲρ τὸ πᾶν διδοῦντι τὴν ὕπαρξιν, ὥστε τόπος ἐστὶ τὸ ὑπὲρ τὸ πᾶν. καθίζων οὖν τὸν θεὸν ὑπὲρ τὸ πᾶν, αὖθις ἐν τόπῳ καθίζεις, ὅνπερ ἄνω ἐφύγομεν. ἵνα δὲ καὶ τοὺς σωματικοὺς τόπους ἐάσω, αὐτὸ τὸ οἴεσθαί σε κατειληφέναι τὸ θεῖον οὐκ εἶδος περιγραφῆς ἐστιν; σὺ δὲ οὐ μέρος ἐλάχιστον τῆς ἐκείνου δημιουργίας; εἶτα οὐκ ἐρυθριᾷς τὸν ἀχώρητον τῷ παντὶ κατειληφέναι οἰόμενος;
53 ξηʹ. Ἐκ τοῦ περὶ υἱοῦ πρώτου λόγου εἰς τὸ «ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;»