ποθοῦντας καὶ θηλάζοντας αὐτό, γάλα ποτιζομένους, ἔτι καὶ ὑμνοῦν τας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θεώρει ὅτι πληροῦται ἐπ' αὐτῶν τὸ ἐκ στόματος νηπίων καὶ θη λαζόντων κατηρτίσω αἶνον. ἑαυτῷ γὰρ ὁ θεὸς αἶνον ἐν τοῖς τοι ούτοις καταρτίζεται, ἐφ' οἷς εὐχα ριστῶν τῷ πατρὶ ὁ υἱὸς λέγει· «ἐξο μολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο» καὶ τὰ ἑξῆς. 16.26 Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως [ἕως] εἰς Βηθανίαν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λή ψεσθε. (ματτη. 21, 17-22.) Τίνας καταλιπὼν ὁ Ἰησοῦς ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πό λεως, ἀφ' ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ «τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζον τας ἐν τῷ ἱερῷ καὶ λέγοντας· ὡσαννὰ τῷ υἱῷ ∆α υΐδ», οὐδὲν δ' ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ διὰ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκό τας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπεὶ κατέλιπεν ἐκεῖνα τὰ Ἱεροσό λυμα καὶ ἔξω γέγονε τῆς πόλεως, διὰ τοῦτο πέπτωκε καὶ «λίθος ἐπὶ λίθον» ἤρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἕως πάντα καταλυθῇ. ἦλθε δ' εἰς Βηθανίαν, τὸν τῆς ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλη σίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνε παύσατο, ἐπεὶ μὴ εἶχεν ἐν Ἱεροσο λύμοις «ποῦ τὴν κεφαλὴν κλίνῃ», ἅτε τοιούτων ἀρχιερέων καὶ γραμμα τέων ὄντων ἐν αὐτοῖς. ὅτε δὲ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς ΥΠΑΚΟΗΣ ΟΙΚΩΙ, μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν αὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἔξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐ τῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἔμ φασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ' ἐπεὶ ἔμψυχος ἦν αὕτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκου ούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μη κέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἄκαρπός ἐστιν ἡ Ἰουδαίων συν αγωγή, καὶ τοῦτο γίνεται αὐτῇ «ἕως τῆς συντελείας τοῦ αἰῶνος», ἕως «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ». ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδη μοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν ἀνθρώπ<οις ὡς ἀνθρώπου περι πατ>οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐ ξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστή ριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συ κῆν ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν (ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποι οῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ· «ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη», καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐ τήν, ἵν' ἡ ζωτικὴ δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. Πρὸς τῷ δὲ ποιεῖν τὸ τῆς συ κῆς τοὺς μαθητὰς <ἔτι> ἐπαγγέλλε ται αὐτοῖς ὁ τοῦ θεοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι <καὶ> τῷ <βλεπομένῳ τε καὶ> δεικνυμένῳ ὑπ' αὐτοῦ ὄρει, τῇ ἀντι κειμένῃ ἐνεργείᾳ ἐπαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἴρεται γὰρ ἀφ' ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰη σοῦ τὸ βαρὺ τῆς κακίας ὄρος, ὁ σα τανᾶς, αἴροντος αὐτὸν τοῦ νικήσαντος αὐ τόν, καὶ βάλλεται εἰς τὴν θάλασσαν, τὴν ἄβυσσον, βάλλοντος αὐτὸν εἰς τὸν ἄξιον αὐτοῦ τόπον τῆς κολάσεως. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν Ψαλμοῖς λέγεται τὸ «αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ