ἑρμηνεῦσαι δὲ καὶ τὰ «περὶ Ἀρχῶν» Ὠριγένους, ὑπομνήματά τε ἐκδοὺς εἰς αὐτὰ, δι' ὧν συνίστησιν ὡς εἴη ἄριστα γεγραμμένα, καὶ μάτην ἐρεσχελοῦσιν οἱ κακηγορεῖν τὸν ἄνδρα καὶ τὰ βιβλία διασύρειν σπουδάζοντες· «μηδὲ γὰρ αὐτοὺς δύνασθαι,» φησὶν, «ἑλεῖν τὴν τοῦ ἀνδρὸς σύνεσιν.» Εἴ τις οὖν τὴν πολυμαθίαν καὶ τὸ διάπυρον τῆς ψυχῆς ∆ιδύμου γνῶναι προῄρηται, ἐντυχὼν τοῖς πεπονημένοις αὐτῷ βιβλίοις μαθήσεται. Τούτῳ λέγεται καὶ Ἀντώνιον ἤδη πρότερον κατὰ τὸν Οὐάλεντος χρόνον, ὅτε διὰ τοὺς Ἀρειανοὺς ἐν τῇ Ἀλεξανδρείᾳ ἐκ τῆς ἐρήμου κατῆλθεν, ἐντυχεῖν τῷ ∆ιδύμῳ, καὶ μαθόντα τὴν τοῦ ἀνδρὸς σύνεσιν εἰπεῖν πρὸς αὐτόν· «Μηδὲν, ὦ ∆ίδυμε, ταραττέτω σε ἡ τῶν αἰσθητῶν ὀφθαλμῶν ἀποβολή· τοιοῦτοι γάρ σοι λείπουσιν ὀφθαλμοὶ, οἷς καὶ μυῖαι καὶ κώνωπες βλέψαι ἰσχύουσιν· χαῖρε δὲ ὅτι ἔχεις ὀφθαλμοὺς, οἷς καὶ ἄγγελοι βλέπουσι, δι' ὧν καὶ ὁ Θεὸς θεωρεῖται, καὶ τὸ αὐτοῦ φῶς καταλαμβάνεται.» Ταῦτα μὲν ἤδη πρότερον παρὰ τοῦ θεοφιλοῦς Ἀντωνίου πρὸς ∆ίδυμον εἴρητο· τότε δὲ μέγιστος συνήγορος τῆς οἰκείας πίστεως ἐφαίνετο ∆ίδυμος, πρὸς τοὺς Ἀρειανοὺς ἀπαντῶν, καὶ τὰ σοφίσματα ἀναλύων αὐτῶν, καὶ τοὺς κιβδήλους καὶ δολεροὺς αὐτῶν λόγους ἐξελέγχων. 4.26 Περὶ Βασιλείου Καισαρείας, καὶ Γρηγορίου Ναζιανζοῦ. Ἀλλὰ ∆ίδυμον μὲν τοῖς ἐν Ἀλεξανδρείᾳ Ἀρειανίζουσιν ἡ τοῦ Θεοῦ ἀντέταξε πρόνοια· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν, Βασίλειόν τε τὸν Καισαρέα καὶ Γρηγόριον τὸν Ναζιανζηνόν· περὶ ὧν βραχέα εἰπεῖν εὔκαιρον ἡγοῦμαι. Ἤρκει μὲν γὰρ ἡ παρὰ πᾶσι σωζομένη τῶν ἀνδρῶν μνήμη, καὶ ἡ ἐκ τῶν γεγραμμένων αὐτοῖς βιβλίων μάθησις, παραθέσθαι τὴν ἑκατέρου εὔκλειαν· ἐπεὶ δὲ κατ' ἐκεῖνο καιροῦ τὰ πολλὰ ταῖς ἐκκλησίαις αὐτοὶ συνεβάλλοντο, καὶ ὡς ἐμπύρευμα τῆς πίστεως ἐφυλάχθησαν, ἀπαιτεῖ ἡ ὑπόθεσις μάλιστα τούτων μνήμην ποιήσασθαι. Βασιλείου τοίνυν καὶ Γρηγορίου εἴ τις βούλοιτο σύγκρισιν ποιήσασθαι, διεξιέναι τε τὸν ἑκάστου βίον καὶ τρόπον, καὶ τὰς προσούσας αὐτοῖς ἀρετὰς, ἀμφιβάλλοι ἂν ἕτερον τοῦ ἑτέρου προκρῖναι. Ἄμφω γὰρ ἦσαν ἀλλήλοις ἐφάμιλλοι κατά τε τὴν ὀρθὴν πολιτείαν, καὶ κατὰ τὰς παιδεύσεις, τήν τε Ἑλληνικήν φημι, καὶ τὴν τῶν ἱερῶν γραμμάτων. Νέοι γὰρ δὴ ὄντες οὗτοι, ἐν ταῖς Ἀθήναις γενόμενοι, τῶν τότε ἀκμασάντων σοφιστῶν Ἱμερίου καὶ Προαιρεσίου ἀκροαταὶ γενόμενοι, καὶ μετὰ ταῦτα ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας Λιβανίῳ συμφοιτήσαντες, ἄκρως τὴν ῥητορικὴν ἐξεπόνησαν. Ἄξιοί τε τοῦ σοφιστεύειν κριθέντες, ὑπὸ πολλῶν παρεκλήθησαν ἐπὶ τὸν διδασκαλικὸν βίον ἐλθεῖν· ἄλλων δὲ αὐτοὺς ἐπὶ δικανικὴν παρακαλούντων, ἀμφοτέρων κατεφρόνησαν· καὶ καταλιπόντες τὸ σοφιστεύειν, τὸν μονήρη βίον προέκριναν. Ἁψάμενοι οὖν φιλοσόφων λόγων παρὰ τῷ τηνικαῦτα ἐν τῇ Ἀντιοχείᾳ συμπράττοντι τὰ φιλόσοφα, μετ' οὐ πολὺ τὰ Ὠριγένους βιβλία συνάγοντες, ἐξ αὐτῶν τὴν ἑρμηνείαν τῶν ἱερῶν γραμμάτων ἐπέγνωσαν· μέγα γὰρ κλέος τὸ Ὠριγένους καθ' ὅλης τότε τῆς οἰκουμένης ἐφήπλωτο· ὧν ἀσκηθέντες δυνατῶς ἀπήντων πρὸς τοὺς Ἀρειανίζοντας· καίτοι τῶν Ἀρειανῶν τὰ Ὠριγένους βιβλία εἰς μαρτυρίαν, ὡς ᾤοντο, τοῦ ἰδίου καλούντων δόγματος, αὐτοὶ ἐξήλεγχον, καὶ ἐδείκνυον μὴ νοήσαντας τὴν Ὠριγένους σύνεσιν. Παρὰ τοῖς πολλοῖς τε τότε οἱ Ἀρειανοὶ καὶ ὁ τότε Ἀρειανίζων Εὐνόμιος, ἐλλόγιμοι νομίζοντες εἶναι, τοῖς περὶ Γρηγόριον καὶ Βασίλειον ἐντυγχάνοντες, ἀπαίδευτοι τελείως ἐδείκνυντο. Βασίλειος μὲν οὖν ὑπὸ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου εἰς τὴν τοῦ διακόνου τάξιν προχειρισθεὶς, μετὰ ταῦτα δὲ καὶ ἐπίσκοπος τῆς ἑαυτοῦ πατρίδος, λέγω δὴ τῆς ἐν Καππαδοκίᾳ Καισαρείας, προβληθεὶς, φροντίδα τῶν ἐκκλησιῶν ἐποιεῖτο. ∆εδιὼς γὰρ μή πως Ἀρειανὴ καινοτομία καὶ τὰς κατὰ τὸν Πόντον ἐπινεμηθῇ ἐπαρχίας, δρομαῖος ἐπὶ τὰ ἐκεῖ μέρη διέβαινεν· ἐκεῖ τε ἀσκητήρια συστησάμενος, καὶ κατηχήσας τοὺς ἄνδρας ταῖς αὐτοῦ διδασκαλίαις, τοὺς σαλευομένους ἐστήριξε. Γρηγόριος δὲ τῆς Ναζιανζοῦ πόλεως εὐτελοῦς ἐν Καππαδοκίᾳ, ἧς καὶ ὁ αὐτοῦ πατὴρ πρότερον ἐκκλησίας προέστη, κατὰ τὰ αὐτὰ τῷ βασιλείῳ διεπράττετο. Περιϊὼν γὰρ καὶ αὐτὸς τὰς πόλεις τοὺς