116
γλῶσσαν δολίαν." Ῥήματα καταποντι σμοῦ καὶ δολίαν γλῶσσαν κέκληκε τὴν ἄρδην ἀφανίσαι διὰ τοῦ ψεύδους δυναμένην, ἐκ μεταφορᾶς τῶν καταποντιζόντων, καὶ ὑποβρυχίους τοὺς ὑπ' αὐτῶν καταποντιζομένους τῷ βυθῷ τῶν ὑδάτων ποιούντων. Τοῦτο δὲ καὶ ὁ ∆ωὴκ ἔδρασεν. Ἄρδην γὰρ ἅπασαν τῶν ἱερέων τὴν πόλιν διέφθειρε τοῖς ψευδέσι κατὰ τοῦ Ἀβιμέλεχ χρησάμενος λόγοις. Τοῦτο ποιῆσαι καὶ ὁ Ῥαψάκης ἐπειράθη μὲν, οὐκ ἴσχυσε δέ· προσήνεγκε μὲν γὰρ τὰς ψευδεῖς ὑπο σχέσεις τοῖς ἐπὶ τοῦ τείχους ἑστῶσι· διήμαρτε δὲ θήρας. ζʹ. "∆ιὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων." Οὐ διαφεύξῃ, φησὶ, ταύτην προελόμενος τὴν πονη ρίαν, τοῦ Θεοῦ τῶν ὅλων τὴν ψῆφον· καταλύσει γάρ σε τάχιστα, καὶ παντελεῖ παραδώσει φθορᾷ, καὶ χωρίσει τοῦ καταλόγου τῶν ζώντων, καὶ πρόῤ ῥιζον ἀνασπάσας παραπέμψει θανάτῳ. Μέγιστον γὰρ 80.1257 ἐντεῦθεν φυήσεται κέρδος τῶν ἀδημονούντων ἐπὶ τῇ τῶν πονηρῶν εὐπραξίᾳ, τὸν τούτων ὄλεθρον θεωμέ νων· καὶ γάρ φησιν· ηʹ. "Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται· καὶ ἐπ' αὐτὸν γελάσονται, καὶ ἐροῦσιν," [Ἐπὶ τίνα; Τὸν ἄδικον, τὸν οὐ μόνον κατὰ τῆς ἀληθείας αὐτῆς, ὡς ἐκεῖνος, ἀγωνιζόμενον, ἀλλὰ καὶ κατὰ τῆς ἱερω σύνης μεμηνότα· λέγοντες δηλονότι οἱ τῷ Θεῷ ἀνα κείμενοι·] θʹ "Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ· ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλού του αὑτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῇ ματαιότητι αὑτοῦ." Ὁ τῶν δικαίων, φησὶ, χορὸς μείζονος εὐ λαβείας ἐμφορηθήσεται, τὴν δικαίαν τοῦ Θεοῦ θεασάμενος κρίσιν, καὶ γεγηθὼς καὶ γαννύμενος γελάσει τῆς πονηρίας τὴν ἀκαρπίαν, καὶ τῆς παρού σης εὐημερίας τὸ κέρδος. ιʹ. "Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ταῦτα γὰρ καὶ περὶ ἑαυτοῦ λέγει ὁ μέγας ∆αβὶδ, καὶ τῷ Ἐζε κίᾳ προσφέρει διδασκαλίαν· ἄμφω γὰρ εὐσεβείας ἐρασταί τε καὶ τρόφιμοι. Καὶ ἐν τῷ πρώτῳ ψαλμῷ, δένδρῳ παρ' ὄχθην ὑδάτων πεφυτευμένῳ, καὶ τεθηλότι διηνεκῶς, καὶ τὸν καρπὸν ὥριμον φέ ροντι, τὸν τῆς ἀρετῆς ἀπείκασεν ἀθλητήν. Καὶ ἐν ταῦθα ἐλαίαν πολλῷ βρίθουσαν καρπῷ, καὶ ἐν οἴκῳ θείῳ πεφυτευμένην, τὸν δίκαιον εἴρη κεν· ἅτε δὴ βεβαίαν τὴν ἐπὶ τὸν Θεὸν ἐλπίδα κε κτημένον, καὶ δι' ἐκείνην πονεῖν ἀνεχόμενον, καὶ τοὺς ἐπιπόνους τῆς ἀρετῆς φέρειν καρπούς. [∆ιὰ δὴ ταῦτα μηδεὶς ὀκλαζέτω περὶ τοὺς ἀγῶνας φθά σας, ἀλλ' ἐναθλείτω καὶ ἐγκαλλωπιζέσθω τούτοις· περιμένων οὐ μόνον τοὺς μέλλοντας αὐτῷ δίδοσθαι ὑπὲρ τῶν ἄθλων στεφάνους, ἀλλὰ καὶ τῶν ἐχθρῶν ἐνταῦθα θεάσασθαι ἅλωσιν.] ιαʹ. "Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου." [Τὸ δὲ, "Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα," εἰς τὸν νῦν αἰῶνα. Τὸ δὲ ἐποίη σας, τὴν ἐκδίκησιν τῶν εἰς σὲ πεποιθότων. Τὸ δὲ, "Ὑπομενῶ τὸ ὄνομά σου," οὐ μόνον τοῖς ὑπὲρ σοῦ ἀγῶσι μετὰ πολλῆς τῆς προθυμίας ἐγκαρ τερήσω· ἀλλ' ὅτι καὶ χρηστὸν, τουτέστι φιλάνθρω πον, καὶ ἄναρχον καὶ ἀτελεύτητον ἔχεις τὴν βασι λείαν. Τὸ δὲ "ἐναντίον τῶν ὁσίων σου," ἀντὶ τοῦ, Πάρεστι βοήθειά σου καὶ φυλάξεις τοὺς ὑπὲρ τοῦ ὀνόματός σου ἀθλοῦντας.] Ταύτης δὲ τῆς εὐεργεσίας 80.1260 τετυχηκὼς, ἀεί σε ὑμνήσω, ∆έσποτα, τὸ ἀξιέρα στον ὄνομα τοῖς ἐπισταμένοις σε ποθῶν ἀεὶ, καὶ προσμένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπούμε νος. Χρηστὸν γὰρ καὶ τριπόθητον τοῦ Θεοῦ τὸ ὄνομα, οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς τῆς θεογνω σίας ἠξιωμένοις.
ΕΡΜΗΝ. ΤΟΥ ΝΒʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Ὑπὲρ Μαελὲθ, συνέσεως τῷ ∆αβίδ." Τὸ ὑπὲρ Μαελὲθ ὁ
Θεοδοτίων ὑπὲρ τῆς χορείας ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ. Τὴν αὐτὴν μέντοι διά νοιαν ὁ ψαλμὸς οὗτος ἔχει τῷ προτεταγμένῳ· ὁμοίως δὲ καὶ ὁ ιγʹ. Καὶ γὰρ ἡ ὑπόθεσις ἀμφοτέρων μία. Τῆς γὰρ τοῦ Σενναχηρεὶμ καὶ τοῦ