116
τὸν δρόμον αὐτῆς. καὶ αὖθις προσαγόρευσον τοὺς ἡμετέρους, οἷς καὶ εὔχομαι ἀεὶ ὡς ἁμαρτωλὸς τὴν σωτηρίαν. 145 {1Ναυκρατίῳ τέκνῳ}1 Τὸ σπουδαῖόν σου, τέκνον μου, τῆς τε πρὸς θεὸν ἀγάπης καὶ τῆς περὶ ἐμὲ τὸν ταπεινὸν ἀναπαύσεως οὐ διαλιμπάνεις ἐπιδεικνύμενος, ὡς καὶ τανῦν, ἀποστείλας τὸν ἀδελφὸν Κάλλιστον ἐν ἄστει πρὸς τὰ ἀναγκαίως ὀφειλόμενα· ὃν δεξάμενοι μετὰ τῶν γραμμάτων σοῦ τε καὶ τῶν ἐπιδωσάντων ἐμάθομεν καὶ λυπηρὰ καὶ περιχαρῆ, τὸ μὲν διὰ τὸν λιποτακτήσαντα ἄθλιον Ὀρέστην, ὃς οὐδὲ τὴν τυχοῦσαν θλῖψιν ἐνεγκὼν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ἀπηυτομόλησε πρὸς τοὺς ἐναντίους, ἐπίχαρμα γενόμενος καὶ δαίμοσι καὶ ἀσεβέσει, τὸ δὲ διὰ τοὺς σῳζομένους ἀδελφοὺς ἡμῶν καὶ φέροντας τὰς κακώσεις ὑπὲρ θεοῦ, καί γε διὰ τοὺς πατέρας ἡμῶν τοὺς κοινούς. εἰ δὲ ὅτι ὠλίσθησεν ὁ δεῖνα καὶ ὁ δεῖνα, μὴ θαυμάσῃς, ἀλλ' εἴ γέ τις διασωθείη τέλεον, περὶ τούτου δόξασον· πολλὰ δεῖ καμεῖν, ἵνα κτήσηταί τις τὴν ἀθανασίαν. ∆ιὸ θάρσει, καὶ παραθαρρύνειν ἄλλους κατὰ τὸ ἐφικτόν σοι μὴ ἐκκακήσῃς. ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν λόγος μεταστάσεως, λυπηρόν σοι, τέκνον, οἶδα, ὥσπερ καὶ τοῖς ἀδελφοῖς σου. ἀλλὰ χάρις Κυρίῳ, οὐδενὸς λόγον ποιοῦμαι, κἂν ἁμαρτωλός εἰμι, χάριν τῆς δόξης τοῦ Χριστοῦ, ὑπὲρ οὗ δονεῖται ἡ ταπεινὴ Γραικία μάλα. ἀλλὰ πῶς; ἵνα οἱ ἐκλεκτοὶ φανῶσι, μὴ πυρπολουμένης τῆς δοκιμασίας. ἔσω οἱ πατέρες τύπτονται καὶ λιμαγχονοῦνται· τί μέγα κἂν ἡμᾶς τοὺς ἀχρείους μεθορίσωσιν ἀλλαχοῦ; τοῦ Κυρίου ἡ γῆ ὅπου ἂν ῥιφῶ ἢ μόνος ἢ καὶ μεθ' ἑτέρων. τίνα δὲ αἱρήσομαι παραχωρούμενος συνοδίτην τῶν ἀδελφῶν οὐκ οἶδα, διὰ τὸ ἐφ' ἑνὶ ἑκάστῳ διαμερίζεσθαί μου τὴν ταπεινὴν καρδίαν. πλήν, ὡς ἀπαγγελεῖ ὁ ἀδελφός, ἔστιν ἡ βουλή. εἰ δὲ εὐοδώσειεν Κύριος πρὸ ἐπάρσεως ἰδεῖν ἡμᾶς ἀλλήλους, ἀσφαλέστερον διαθώμεθα καὶ περὶ τούτου καὶ περὶ ἑτέρων· εἰ δὲ μή, εἴη ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου. εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ. 146 {1Τῷ αὐτῷ}1 Ἤδη ἀπεσώθημεν, τέκνον μου ἀγαπητόν, ἕως τοῦ τόπου, οὗ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν διὰ τὸ ὄνομα αὐτοῦ τὸ ἅγιον περιορι σθῆναι ἡμᾶς, διανύσαντες τὴν ὁδὸν διὰ πεντεκαίδεκα ἡμερῶν οὐ πολὺ μετὰ κόπου διά τε τὴν ἄβροχον καὶ ἄπηλον τρίβον καὶ διὰ τὸ τὸν ἀπάγοντα ἡμᾶς εὐσπλάχνως πάνυ καὶ συμπαθῶς καὶ τιμητικῶς πρὸς τὴν ταπείνωσιν ἡμῶν διατεθῆναι. παρῳκήσαμεν οὖν ἐν τῇ Βονέτῃ ἐν τῇ ἑστίᾳ τῆς πατρικίας τῆς τοῦ Τούρκου, φιλοφρονηθέντες ὑπ' αὐτῆς εὐμενῶς ἄγαν καὶ μέντοι γε καὶ ὑπὸ τῶν γειτνιαζόντων ἀρχόντων. ἔστι δὲ τὸ τῆς λίμνης ὕδωρ ἁλμῶδες, ἄιχθυ, ἀλλ' ὅμως ἡμῖν διὰ Χριστὸν καὶ τὸ ἁλμυρὸν γλυκὺ καὶ ἡ ἄιχθυς ἰχθυοφοροῦσα. ∆ίδου οὖν ἡμῖν τὰς προσευχὰς ὅπως εἰς ἀρέσκειαν θεοῦ βιωτεύσωμεν ἐνθάδε, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπόμενοι, καὶ πρὸς πᾶν ἡμῶν ἔργον καὶ λόγον κατὰ θέλησιν αὐτοῦ κινεῖσθαι. οἱ περὶ τὸν Ἄρχιππον ἀδελφοὶ ἐναπέμειναν· οὐκ οἶδα εἰ φθάσωσιν ἐλθεῖν, δι' αὐτῶν δὲ οὐ πάντως ἐπιστέλλομεν, δεδιότες. πολλή ἐστιν ἡ ὁδὸς καὶ οὐκ οἴδαμεν εἰ ἐλευθερίως ἔχεις ἑτέρους αὖθις ἀποστεῖλαι ἀδελφούς, εἴ γε καὶ προθυμοῦνταί τινες· πλήν, εἰ καὶ εὕρηνται, χαλεπὸν ἐπιφέρειν αὐτούς τινας χρείας, οὐκ οἶδα εἰ μὴ βιβλία ἢ εἴ τι ἄλλο ἀναγκαῖον, ὅπερ οὐκ ἔστιν ἐν τῷδε τῷ τόπῳ καὶ κατὰ μικρόν. ἔστι καὶ πλοΐμως ἐλθεῖν· ἀπὸ γὰρ Λυκίας τῆς κατὰ παραθάλασσαν μέχρι τῶν ὧδε ἑκατὸν μίλια τυγχάνει. χρῄζω καὶ ἐργόχειρον τοῦ γράφειν· στέργω δὲ πρὸς πάντα τὰ κατὰ δύναμιν ὑμῶν. ὥστε, κἂν οὔπω δέξωμαι ἀπόκρισιν παρ' ὑμῶν ἐξ ἀποκλεισμοῦ τυχὸν ἢ ἐξ ἄλλης τινὸς δυσκολίας, φέρω εὐχαριστῶν τῷ Κυρίῳ· τὸ γὰρ κατὰ πρόθεσιν ὑμῶν οἶδα ὅτι καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν, εἰ χρεία καλεῖ, ἐξορύξαντες ἂν ἐδώκατέ μοι, πεποθημένα μου σπλάχνα. Ἕως, τέκνον μου, ἰσχύῃς, μὴ δῷς ἑαυτῷ ἄνεσιν ἐπικουρεῖν τοῖς ἀδελφοῖς σου, στηρίζων, νουθετῶν, ἀλείφων (δεῖ γὰρ ἡμᾶς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ὡς λόγον ἀποδώσοντας τῷ Κυρίῳ), καὶ μάλιστα τοῖς κεκρατημένοις κιχρῶ ἑαυτόν. Χριστὸς μεθ' ἡμῶν ὁ νικήσας τὸν κόσμον, ὁ καὶ ἡμῖν παρεγγυῶν νικᾶν. διὸ