1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

116

φύλαρχος τῶν Σαρακηνῶν, ὀφειλὰς ἀγαγεῖν τῷ βασιλεῖ, τίς τῶν τέκνων αὐτοῦ ὀφείλει μετὰ τὴν αὐτοῦ ἀποβίωσιν κρατῆσαι τῆς φυλαρχίας αὐτοῦ, καὶ περὶ τῶν γινομένων ὑπὸ Ἄμβρου, τοῦ υἱοῦ Ἀλαμουνδάρου, εἰς τοὺς τόπους αὐτοῦ. τῷ δὲ ∆εκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας, καὶ ἐκαύθη τελείως ὁ ξενὼν τῶν Σαμψὼν καὶ τὰ ἔμπροσθεν τῶν Ῥούφου οἰκήματα καὶ τὸ μεσίαυλον, τὸ πλησίον τῆς μεγάλης ἐκκλησίας, τὸ λεγόμενον Γαρσονοστάσιον, καὶ τὰ δύο ἀσκητήρια τὰ πλησίον τῆς ἁγίας Εἰρήνης σὺν τῷ μεσιαύλῳ αὐτῆς καὶ μέρος τοῦ νάρθηκος αὐτῆς. ληʹ. μʹ. δʹ. ιγʹ. κʹ. ιϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ Βελισάριος ὁ πατρίκιος ἐν Βυζαντίῳ, καὶ ἡ τούτου περιουσία ἦλθεν εἰς τὸν δεσποτικὸν οἶκον τῶν Μαρίνης. τῇ δὲ αὐτῇ ιγʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιβʹ, Εὐτύχιος, ὁ πατριάρχης Κωνσταντινουπόλεως, καθηρέθη καὶ ἐξωρίσθη ἐν Ἀμασείᾳ ὑπὸ Ἰουστινιανοῦ. καὶ γέγονεν ἀντ' αὐτοῦ Ἰωάννης ὁ ἀπὸ σχολαστικῶν, ἀποκρισιάριος ὢν Ἀντιοχείας τῆς μεγάλης καὶ πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας. Τῷ δ' αὐτῷ ἔτει Ἰουστινιανὸς ὁ βασιλεὺς τὸ περὶ φθαρτοῦ 241 καὶ ἀφθάρτου κινήσας δόγμα καὶ ἴδικτον πανταχοῦ καταπέμψας ἀλλότριον τῆς εὐσεβείας, θεοῦ προφθάσαντος, ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιδʹ τῆς ἐχομένης ιδʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. καὶ γίνεται τούτου διάδοχος ὁ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος ὁ κουροπαλάτης. Τῷ δ' αὐτῷ ἔτει Θεοδοσιανοὶ καὶ Γαϊανῖται ἐν Ἀλεξανδρείᾳ κτίζειν ἤρξαντο συνακτήρια, καὶ αὐθεντήσαντες οἱ Γαϊανῖται ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν Ἐλπίδιον, τὸν ἀρχιδιάκονον αὐτῶν· ὃν ὁ βασιλεὺς δεδεμένον ἐλθεῖν προσέταξεν. ἐρχόμενος δὲ κατὰ τὸν Σίγριν ἀπέθανεν. Θεοδοσιανοὶ δὲ ∆ωρόθεον κρυπτῶς ἐν νυκτὶ ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν. καὶ εἰς ἓν συνελθόντες οἵ τε Γαϊανῖται καὶ οἱ Θεοδοσιανοὶ κοινὸν ἐπίσκοπον ἑαυτοῖς ἐνεθρόνισαν. Ἰωάννην δέ τινα μοναχόν, * ὃν οἱ Γαϊανῖται δόλον ὑπομεμενηκέναι νομίσαντες τὸν πώγωνα τοῦ ἀββᾶ σὺν τῷ δέρματι καὶ τῇ σαρκὶ ἐξέδειραν. Κόσμου ἔτη ϛνηʹ. Τῆς θείας σαρκώσεως ἔτη φνηʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μαʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη βʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ιδʹ, ἰνδικτιῶνος ιδʹ, ἐβασίλευσεν Ἰουστῖνος, ὁ ἀνεψιὸς Ἰουστινιανοῦ, στεφθεὶς ὑπὸ Ἰωάννου πατριάρχου τοῦ ἀπὸ σχολαστικῶν. ἦν δὲ τῷ γένει Θρᾴξ, μεγαλόψυχός τε καὶ εἰς πάντα ἐπιδέξιος, φιλοκτίστης. εἶχε δὲ καὶ γυναῖκα Σοφίαν ὀνόματι, ἥν τινα καὶ ἔστεψεν αὐγούσταν. εὐσεβὴς δὲ ὢν ἐπεκόσμησε 242 τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν καὶ τοὺς ἁγίους ἀποστόλους καὶ ἄλλας ἐκκλησίας καὶ μοναστήρια, χαρισάμενος αὐτοῖς κειμήλια καὶ πᾶσαν πρόσοδον. ἦν δὲ ὀρθόδοξος πάνυ. καὶ ἀπέστειλε τὸν ἀββᾶν Φωτεινόν, τὸν προγονὸν Βελισαρίου τοῦ πατρικίου, δοὺς αὐτῷ ἐξουσίαν κατὰ παντὸς προσώπου καὶ πράγματος τοῦ εἰρηνεῦσαι τὰς ἐκκλησίας πάσας τὰς Αἰγύπτου καὶ Ἀλεξανδρείας. βʹ. μβʹ. ϛʹ. βʹ. βʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Αἰθέριος καὶ Αὔδιος καὶ ὁ σὺν αὐτοῖς ἰατρὸς ἐπεβούλευσαν τῷ βασιλεῖ Ἰουστίνῳ καὶ γνωσθέντες ἀπέθανον ξίφει. ἐποίησε δὲ ὑπατείαν καὶ ἔρριψε χρήματα πολλά, ὥστε πολλοὺς πλουτίσαι. Τῷ δ' αὐτῷ ἔτει ὁ ἀββᾶς Ἀγάθων, ἀδελφὸς Ἀπολιναρίουτοῦ ἐπισκόπου Ἀλεξανδρείας, ἐλθὼν εἰς Ἀλεξάνδρειαν καὶ λόγους εἰσπραττόμενος Εὐστόχιον μοναχόν, μέγαν ὄντα [καὶ] οἰκονόμον Ἀλεξανδρείας τότε, τῆς οἰκονομίας χάριν ἐφρούρησε τοῦτον· ὃς φυγὼν διὰ τῆς στέγης ἦλθεν ἐν Βυζαντίῳ, Μακαρίου τότε ἐκβληθέντος τῆς ἐκκλησίας κατὰ συσκευήν· καὶ ἐχειροτονήθη Εὐστόχιος ἀντὶ Μακαρίου ἐπίσκοπος Ἱεροσολύμων. Ἱεροσολύμων ἐπίσκοπος Εὐστόχιος ἔτος αʹ. γʹ. μγʹ. ζʹ. γʹ. αʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει μεταστειλαμένη