1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

117

τὴν αἰτίαν πυνθάνεσθαι εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· Oἴμοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφό- τεροι καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλή- στου χαρᾶς οὐκ ἐδύναντο κρατεῖν. πλὴν μετ' οὐ πολὺ ἡ μήτηρ· Ἔχω σε, Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἄρα ζῇς, ὃν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν ἡμῶν υἱοί, Φαυστῖνος, Φαυ- στινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες ἀμαυρῶς πως τὴν μορφὴν αὐτοῦ ἀνεφέρομεν. Ταῦτα βλέπων ὁ Πέτρος ἔφη· Σὺ εἶ Φαῦστος, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἔφη· Ἐγώ εἰμι. καὶ ὁ Πέτρος· Πῶς οὖν μοι τὰ σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω, πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· Πρὸς γένους ὑπάρχων Καίσαρος καὶ περίφωρος μὴ θέλων γενέσθαι, εἰς ἄλλου τινὸς τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵνα αὐτὸς ὅστις εἰμὶ μὴ νοηθῶ. ᾔδειν γὰρ ὅτι, ἂν γνώριμος γένωμαι, οἱ κατὰ τόπον ἡγούμενοι ἀκούσαντες, Καίσαρι κεχαρισμένα ποιοῦντες ἀνακαλέσαντες, τὴν τοῦ βίου μοι εὐδαιμονίαν περιθήσουσιν, ὅπερ ἀπεταξάμην. οὐ γὰρ ἠδυνάμην, περὶ τῶν ἐμοὶ ἠγαπημένων τὰ μέγιστα ὡς περὶ θανόντων κρίνας, πρὸς τὴν τοῦ βίου τρυφὴν ἑαυτὸν ἀποδιδόναι. καὶ ὁ Πέτρος ἔφη· Ταῦτα μὲν ἐποίησας ὡς ἐβουλεύσω, περὶ δὲ γενέσεως ἆρα ψευδόμενος διισχυρίζου ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ ἔφη· Oὐ ψεύσομαι πρὸς σέ, ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος, πλὴν συνῆν μοί τις, ἀστρολόγων ἄριστος, ἀνὴρ Aἰγύπτιος, Ἀννουβίων ὀνόματι, ὅστις ἐν ταῖς ἀποδημίαις κατ' ἀρχάς μοι φιλωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος ἔφη· Oὐκοῦν ἔργῳ πέπεισαι ὅτι οὐ συνέστηκεν τὰ κατὰ γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· Ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μου εἰς τὸν νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. ὑποπτεύω οὖν μήπως ἃ μὲν ἀκριβοῦσιν, ἀλη- θεύουσιν, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν, ὡς ὑπονοεῖν με τὸ μὲν μάθημα συνεστάναι, αὐτοὺς δὲ δι' ἀμαθίαν ψεύδεσθαι διὰ τὸ μὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἔπεχε μήπως περὶ ὧν ἀλη- θεύουσιν, ἐπιτυγχάνουσιν καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη· Πῶς οὖν ἔστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν ἢ οὔ; ἀμφοτέρων οὖν σιωπώντων ἔφην ἐγώ· Ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπί- σταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν, καὶ ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· Ποῦ οὖν δυνατόν ἐστιν Ἀννου- βίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· Ἐν Ἀντιοχείᾳ· ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτούς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρέντες καὶ