1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

117

ἐκβεβλημένην λαμβάνειν, ὡς καὶ ὁ Νόμος λέγει. ∆ιακό νισσα δὲ γινέσθω παρθένος ἁγνή· εἰ δὲ μήγε, κἂν χήρα μονόγαμος, πιστὴ καὶ τιμία. Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ· τοὺς κατηχουμένους στοιχειώσαντες βαπτίσατε, τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς. Oὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν κληρονομίαν, οἱ δοξόσοφοι καὶ παμπόνη ροι, περὶ ὧν ἔλεγεν Σολομὼν ὁ σοφός, ὅτι δυσσεβοῦντες ὑποκρίνονται εὐσεβεῖν. «Ἔστι γάρ, φησίν, ὁδός, ἣ δοκεῖ τισιν εὐθὴς εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς βλέπει εἰς πυθμένα ᾅδου.» Oὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι, οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος καὶ ἀποπτύσαντες τὴν παρ' αὐτοῦ δωρεὰν μετὰ τὴν χάριν, οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι, οἱ καὶ Ἰουδαίων δυσσεβέστεροι καὶ Ἑλλήνων ἀθεώτεροι· οἱ Θεὸν τὸν ἐπὶ πάντων βλασφημοῦντες καὶ τὸν Υἱὸν αὐτοῦ καταπατοῦντες καὶ τὴν διδασκαλίαν τοῦ Πνεύματος διαπτύοντες, οἱ τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ' ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ' ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς, οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες καὶ τὴν δικαιοσύνην ὅ, τι ποτέ ἐστιν ἀγνοοῦντες, οἱ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ διαφθείροντες ὡς ἀλώπεκες μικροὶ ἀμπελῶνα καὶ μερίδες ἀλωπέκων γινόμενοι. Oὓς φεύγειν ὑμᾶς παρακαλοῦμεν, ἵνα μὴ λάβητε βρόχους ταῖς ἑαυτῶν ψυχαῖς· «Ὁ συμπορευόμενος γάρ, φησίν, σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσιν γνωσθήσεται.» Oὔτε γὰρ κλέπτῃ δεῖ συντρέχειν, οὐδὲ μετὰ μοιχοῦ μερίδα τίθεσθαι, ἐπείπερ καὶ ὁ ὅσιος ∆αυίδ φησιν· «Κύριε, τοὺς μισοῦντάς σε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην, τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ τῷ Ἰωσαφὰτ ὁ Θεὸς ὀνειδίζει διὰ τὴν πρὸς Ἀχαὰβ φιλίαν καὶ συμμαχίαν καὶ τὴν πρὸς Ὀχοζίαν, λέγων διὰ Ἰοὺ τοῦ προφήτου· «Eἰ ἁμαρτωλῷ σὺ φιλιάζεις ἢ μισουμένῳ ὑπὸ Κυρίου σὺ βοηθεῖς; διὰ τοῦτο ἐξαίφνης ὀργὴ Κυρίου ἐγένετο ἐπὶ σέ, εἰ μὴ ὅτι ἡ καρδία σου εὑρέθη τελεία πρὸς Κύριον, διὰ τοῦτο ἐφείσατό σου Κύριος· πλὴν ὅτι διεκόπη τὰ ἔργα σου καὶ συνετρίβησαν