Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε, τῶν ἀγαθῶν δηλονότι. Θυγατέρες δὲ τῆς Ἱε 69.1065 ρουσαλὴμ νοηθεῖεν ἂν αἱ περὶ αὐτήν τε καὶ ὑπ' αὐτὴν κείμεναι πόλεις. Νοήσεις δὲ καὶ οὕτως· Ὄρος μὲν Σιὼν τὴν Ἐκκλησίαν λέγων Χριστοῦ· θυγατέρας δὲ αὐτῆς, τὰς ἐν αὐτῇ τεθραμμένας τῶν ἁγίων ψυχὰς, ἤτοι τῆς Ἐκκλησίας τέκνα, τῆς τὴν ἐν πνεύματι λα χούσης περιτομὴν, ἣ καὶ ἀμείνων ἐστὶ τῆς πρώτης καὶ ἀληθεστέρα. Σκιὰ γὰρ ἦν νόμος, ἀλήθεια δὲ Χριστὸς, καὶ τὰ δι' αὐτοῦ. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγή σασθε ἐν τοῖς πύργοις αὐτῆς. (E f. 86 b. Κυρίλλου καὶ Εὐσεβίου.) Τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ ταῖς θείαις δυνάμεσι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ φρουρῆσαι, ὥστε πανταχόθεν αὐτὴν περιλαβεῖν καὶ φυλάττειν. Ἀντὶ δὲ τοῦ περι λάβετε, Περιτειχίσατε εἶπεν ὁ Σύμμαχος· ἀντὶ δὲ τοῦ διηγήσασθε, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, τοὺς πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος, Ἀριθμήσατε. (B f. 183 b, I f. 264.) Ἐπιβαλεῖς καὶ οὕτως· Χοροῦ κελεύει πλάττεσθαι σχῆμα, καὶ οἷον ἐχούσας μέσην ὡς μητέρα τὴν Σιὼν τὰς ἁγίας αὐτῆς θυγατέρας λέγειν εἰς εὐφημίαν Χριστοῦ. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, "∆ιηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς." Βάρεις μὲν οὖν, ἤτοι πύργους τῆς Ἐκκλησίας, τοὺς ἁγίους εἶναί φαμεν ἀποστόλους τε καὶ εὐαγγελιστάς. ∆ι ηγούμεθά γε μὴν ἐν αὐτοῖς ἀποστοματίζοντες, καὶ ταῖς αὐτῶν κεχρημένοι φωναῖς καὶ ἀκραιφνέσι μυστ αγωγίαις, ἵν' ὦμεν, κατὰ τὸ εἰρημένον, ὡς Περι στεραὶ μελετητικαί. Μεμνήμεθα δὲ καὶ προφήτου λέ γοντος· "Λάβετε μεθ' ἑαυτῶν λόγους," τοὺς ἐξ ἁγίου Πνεύματος δηλονότι, δι' ὧν ἔστι μαθεῖν τὸ Χριστοῦ μυστήριον. Χρῆμα γὰρ ὄντως σωτήριον τὸ μεμνῆσθαι Θεοῦ, καὶ ἐπὶ γλώττης ἔχειν τὰ εἰς δό.... Καὶ ἑτέρωθί πού φησιν ὁ Ψάλλων· "Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου." Ἔτι γε μὴν ἐπιφωνεῖ τὸ Πνεῦμα σαφῶς τοῖς ἐν Χριστῷ δεδικαιωμένοις, ἀνευρύνειν εὖ μάλα τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ ἀκριβῶς κατα σκέπτεσθαι τῆς Ἐκκλησίας τὸν Λυτρωτὴν, ὅς ἐστιν Χριστὸς Ἰησοῦς. Πᾶσα γὰρ ἡμῶν ἡ δύναμις αὐτός τε καὶ ἐν αὐτῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς ὅτι, "Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν." Ὀψόμεθα δὲ Χριστὸν μάλιστα μὲν ὡς ἀπό γε ἀοράτου καὶ ὁρατῆς κτίσεως (καὶ γάρ ἐστι τῶν ὅλων δημιουργὸς, Θεὸς ὢν καὶ Κύ ριος καὶ σύνθρονος τῷ γεννήσαντι Πατρὶ, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρόν. Καθεῖλεν γὰρ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, σέσωκε τὴν ὑπ' οὐρανὸν, δικαιώσας τῇ πίστει τοὺς πεπλανημένους, καὶ καλέσας εἰς υἱοθεσίαν τοὺς ἀπ' ἐσχάτου τῆς γῆς, τοῦτο μὲν πανσόφοις μυσταγωγίαις, τοῦτο δὲ καὶ παραδόξοις θεοσημείαις, δι' ὧν ἦν δύ νασθαι κατιδεῖν ὅσος .. οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρός. Ὅπου δὲ ἰσχύος ἰσότης ἀπαραλλάκτως ὁρᾶται, ἐκεῖ δὲ πάντως ἂν εἴη καὶ ἡ τῆς οὐσίας ταυτότης. 69.1068 (A f. 266, B f. 184 b.) Βάρεις δὲ πάλιν ὠνο μάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων· εἶεν δὲ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως, οἱ ἐν αὐτῇ ὑπερέχοντες, ἐν οἷς γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐτοὺς ἐκ τῶν πειρασμῶν. Τούτοις ἡμεῖς οἱ μετ' ἐκείνους μυστ αγωγοὶ μονονουχὶ μεριζόμεθα, τὰ παρ' αὐτῶν ὀρθῶς τε καὶ ἀπλανῶς εἰρημένα δεχόμενοι πρὸς βεβαίωσιν ὧν ἂν ποιώμεθα λόγων, τοῖς τῆς ἀληθείας δόγμασι συναγορεύειν ἐθέλοντες, ἤγουν τοῖς ὑπὸ χεῖρα λαοῖς ὑφήγησιν ἐξυφαίνοντες ἠθικήν. ∆ιηγούμεθα δὲ ταῦτα καὶ εἰς γενεὰν ἑτέραν παραπεμπομένης ἀεὶ τῆς μυστ αγωγίας καὶ τοῖς μεθ' ἡμᾶς. Ἰσχυρίζεται δὲ τῶν μυσταγωγούντων ὁ λόγος, ἀεί τε καὶ ἐν παντὶ καιρῷ, ὅτι Θεὸς ὢν οὐ πεπαύσεται, βασιλεύσει δὲ μᾶλλον ἡμῶν διηνεκῶς.
ΨΑΛΜΟΣ ΜΗʹ.