1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

117

πάντας τοὺς πώποτε χρηματίσαντας δικαίους τοιοῦτος ἀναδέδεικται· διὸ καὶ κυρίως μόνος ἂν αὐτὸς χρηματίζοι δίκαιος, ὥστε περὶ αὐτοῦ λέγειν τὴν προφητείαν, ἴδετε ὡς ὁ δίκαιος αἴρεται· ἀπὸ τίνος δὲ αἴρεται ἐπιφέρει ἐν τῷ, ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· τίς δὲ καὶ ὁ αἴρων αὐτὸν αὐτοῦ ἐστιν ἀκοῦσαι λέγοντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Εἶτά φησιν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἔνθα σημειωτέον, ὅτι οὐ μόνον τὰ περὶ τοῦ θανάτου, ἀλλὰ καὶ τὰ περὶ τῆς ταφῆς αὐτοῦ ἡ προφητικὴ σημαίνει γραφὴ, ὅθεν καὶ ὁ ἱερὸς ἀπόστολος γράφων Κορινθίοις φησὶ, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν 227 ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη. Ποίας δὲ γραφὰς, ἢ τὰς φασκούσας ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ; Οὐ μόνος δὲ ὁ προειρημένος ἡμῖν δίκαιος ἦρται ἐκ μέσου ἀδικίας, ἀλλὰ καὶ ἄνδρες δίκαιοι, φησὶν, αἴρονται, οἳ καὶ αὐτοὶ εἶεν ἂν οἱ ἱεροὶ τοῦ Χριστοῦ ἀπόστολοι, καὶ οἱ θαυμάσιοι αὐτοῦ μάρτυρες, οἱ μετοχῇ τῆς αὐτοῦ δικαιοσύνης δίκαιοι καὶ αὐτοὶ χρηματίζοντες· τούτων δ' ἐπιτελουμένων οὐδεὶς, φησὶν, ἔβλεπεν, καὶ οὐδεὶς κατενόει, τῶν παχυνθέντων δῆλον δ' ὅτι τὴν καρδίαν καὶ τῶν μυσάντων τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, πρὸς οὓς τὰ ἑξῆς τῆς προφητείας λέγεται, τὰ ἀπὸ τοῦ, ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ψ. Λʹ. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, εἶπεν Κύριος. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Πάλιν τὰ τῆς κλήσεως τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐξ ἐθνῶν ἐκκλησίας καὶ διὰ τούτων ὁ λόγος προφητεύει· τίνες γὰρ ἄλλοι εἶεν οἱ λεγόμενοι ἀπὸ δυσμῶν, ἢ διὰ τίνος ἐφοβήθησαν τὸ ὄνομα 228 Κυρίου τὰ παντοδαπὰ ἔθνη, τὰ διὰ τῆς Ἰησοῦ διδασκαλίας καταλείψαντα μὲν τὴν προτέραν τοῦ κατὰ τὴν ἄγνοιαν σκότους πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Θεὸν καταπεφευγότα· τίς δ' ὁ ἥξειν προφητευόμενος ἐκ Σιὼν, ῥυσόμενος καὶ ἀποστρέψων τῆς προτέρας ἀσεβείας τὸν Ἰακὼβ, ἢ ὁ σῶσαι παραγενόμενος τὰ ἀπολωλότα καὶ ἐν ἀσεβείᾳ γεγονότα πρόβατα οἴκου Ἰσραὴλ, οἷς διαθήσεσθαι φησὶ τὸ ἐν Χριστῷ πνεῦμα τοῦ Θεοῦ τὰ ῥήματα τῆς αἰωνίου ζωῆς, ἃ δέδωκεν ὁ Πατὴρ εἰς τὸ τοῦ Υἱοῦ στόμα· ἃ καί φησιν μήτε ἐξ αὐτοῦ, μήτε μὴν ἐκ τοῦ στόματος τοῦ σπέρματος αὐτοῦ διαλείψειν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον; Ταῦτα δ' ἂν εἴη τὰ ῥήματα τοῦ εὐαγγελίου τῆς καινῆς διαθήκης, ἃ, καίτοι τοσούτων ἐπιβουλευσάντων τε πάλαι καὶ ἔτι νῦν ἐπιβουλευόντων αὐτοῖς, οὐ διέλειπεν οὐδὲ μὴν ἐπιλείψει ἐκ τοῦ στόματος τῆς ἐκ τοῦ λογικοῦ καὶ νοητοῦ σπέρματος τοῦ Χριστοῦ συστάσης ἐκκλησίας· εἶπεν γὰρ Κύριος καὶ ἀποπέφανται τοῦ μὴ ἐξαλείψειν αὐτὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· διὸ καὶ κατὰ τὸν Ἰωάννην αἰώνιον εὐαγγέλιον ἑορᾶται τὸ τοῦ Χριστοῦ εὐαγγέλιον. Ψ. ΛΑʹ. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με· Κύριος εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι 229 τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ προελθὼνἸησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐφ' ὃν ἀναπέπαυται τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα, δικαιοσύνην ἀγαπήσας καὶ μισήσας ἀνομίαν, ἐχρίσθη ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ τῷ λεγομένῳ πνευματικῷ