λιαρόν, ὃ πρὸ ὀλίγου θερμὸν εἶπεν ἐν τῷ «ὄφρα αἷμα ἔτι θερμόν». [Ἰστέον δὲ ὅτι πολλῶν ὄντων κατὰ τὸ χλιαρόν λιαρόν, πήγανον ἤγανον, ὡς ἀλλαχοῦ κεῖται, τακτέον σὺν αὐτοῖς καὶ τὸ σμῖλαξ, καὶ δίχα δὲ τοῦ ˉσ μῖλαξ, οἷον «ἐστεφανοῦτο μίλακι καὶ ἀμπέλῳ καὶ κισσῷ», ἔτι δὲ καὶ τὸ σμύραινα καὶ μύραινα δὲ ὡς ἐπὶ πολύ, καὶ τὸ καπάνη, ἀπάνη, ὅ ἐστιν ἀπήνη. Θετταλοὶ γάρ, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, τὰς ἀπήνας καπάνας ἔλεγον. ὅθεν καὶ καπανικὰ παρ' αὐτοῖς τὰ ἁμαξιαῖα, ὡς δηλοῖ, φησίν, Ἀριστοφάνης ἐν τῷ «Λυδῶν δεῖπνα καὶ Θετταλῶν, ὧν τὰ Θετταλικὰ πολὺ καπανικώτερα». τοῦτο δὲ ἐρρέθη ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. ὅθεν ἔφη τις καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. Ὅτι δὲ πολυφάγοι οἱ Θετταλοί, διαβεβόηται, ἀφ' ὧν καὶ Θετταλικὴ ἔνθεσις ἡ μεγάλη τροφή.] Τὸ δὲ «ὀρώρῃ» οὐχ' ὑπερσυντέλικος, ἀλλὰ παρακείμενος κἀνταῦθα ὑποτακτικὸς ἐκ τοῦ ὄρωρα. (ῃ. 479) Τὸ δὲ «ὠμοφάγοι» ὡς ταὐτόν ἐστι τῷ ὠμησταί, πρὸ βραχέων εἴρηται. Τὸ δὲ «δαρδάπτειν» παράγωγόν ἐστι τοῦ ἐξ ἁπλοῦ τοῦ δάπτειν, ὃ κατωτέρω αὐτοῦ κεῖται. παρῆκται δὲ καθ' ὁμοιότητα τοῦ μαίρω μαρμαίρω καὶ τῶν ὁμοίων. (ῃ. 480) Νέμος δὲ σκιερόν πρὸς διαστολὴν λειμῶνος, αὐτὸς γὰρ ἡλίῳ ἔκκειται ὡς ἐπὶ πολύ. τόπος δέ ἐστι δασὺς τὸ νέμος, ἐπιτήδειος εἰς νομήν. [Ἰστέον δὲ ὅτι ἐκ τῆς πρωτοτυπίας τοῦ σκιεροῦ, ὅπερ ἐστὶν ἡ σκιά, γίνεται καὶ ἡ σκιάς, ἧς ὑποκοριστικὸν τὸ σκιάδιον. Γράφει γοῦν τις, ὅτι ἀγάλματι ∆ιονύσου πομπεύοντι περιέκειτο καὶ σκιὰς ἐκ κισσοῦ 3.238 καὶ ἀμπέλου.] Τὸ δὲ «λῖν» οἱ μὲν περὶ Ἀρίσταρχον ὀξύνουσιν ὡς καὶ τὴν ὀρθήν, ἤδη γὰρ δεδήλωται ὅτι τὸ λίς ὠξύνετο παρ' αὐτοῖς. Ἕτεροι δὲ περισπῶσι, κανονίζοντες, ὡς πᾶσα αἰτιατικὴ μονοσύλλαβος εἰς ˉνˉυ λήγουσα περισπᾶται· μνᾶν, μῦν, δρῦν, κλεῖν, καίτοι τῆς εὐθείας τούτου ὀξυνομένης, ὀξύνεται γὰρ ἡ κλείς. Τινὲς δὲ ἐτόλμησαν ἐνταῦθα τὸ λῖν δισυλλάβως εἰπεῖν, [λέγοντες, ὅτι τὸ πλῆρες λῖνά ἐστι ∆ωρικῶς, ὡς τὸν θῖνα, ὥστε κατ' αὐτοὺς δικατάληκτόν ἐστιν ὁ λίν καὶ ὁ λίς.] Ὅτι δὲ ἐκ τοῦ λάω, τὸ βλέπω, γίνεται, ὥσπερ ὁ λέων, οὕτω καὶ ὁ λίς κατὰ τὸν γραμματικὸν Ὦρον ὡς ὀξυδερκής, καὶ ὅτι, ὥς φησι Μανέθων ἐν τοῖς πρὸς Ἡρόδοτον, οὐ καθεύδει ὁ λέων, ὅπερ ἀπίθανον-οὐ γὰρ ἂν ἀεὶ ἐγρηγόροι-ἀλλὰ κατὰ δορκάδα τὴν ἐκ τοῦ δέρκω παρηγμένην καὶ κατὰ λαγὼν τὸν ἐκ τοῦ λάω, ἀνεῳγότας καθεύδων ἔχει τοὺς ὀφθαλμούς, οἱ παλαιοί φασιν. Εἰ δὲ προαναφαινομένου τοῦ ἄλφα ἐν τῷ λάειν, ὅθεν καὶ ἀλαός, ὁ τυφλός, τὸ λίς καινότερον διὰ τοῦ ˉι γράφεται, ὑπερλαλείτωσαν οἱ, ὡς ἐρρέθη, τὸν λῖν ἐτυμολογήσαντες. (ῃ. 481) Τὸ δὲ «σίντην» ἤρεσεν Ὁμήρῳ οἰκειῶσαι τῷ λέοντι διὰ τὸ αὐτοῦ βίαιον, ᾧ λόγῳ καί τινες ἄνδρες ἐλέγοντο καθ' Ὅμηρον Σίντιες, ἄλλως ἐκεῖνοι κλινόμενοι, ὁμοία δέ τις ἔννοια καὶ λῃστὴν τὸν Σίνιν παρήγαγε. Τὸ δὲ «διέτρεσαν» δὶς ἐν τοῖς ῥηθεῖσι κείμενον τὴν μετὰ δέους φυγὴν δηλοῖ. [Ἰστέον δὲ ὅτι ἐμφαντικώτερον δειλίας τὸ διέτρεσαν ἤπερ τὸ ἔτρεσαν. ἡ γὰρ ˉδˉιˉα πρόθεσις καὶ σκεδασμὸν δηλοῖ τῶν τρεσάντων. Φύσις γὰρ αὕτη τῆς προθέσεως ταύτης πολλαχοῦ, διχασμὸν ὑποδηλούσης καὶ σκεδασμὸν καὶ διαίρεσιν, ὡς δῆλον καὶ ἐκ τοῦ «διασχὼν τὴν νεφέλην» καὶ ἐκ τοῦ διαφωνεῖν, ὅπερ ἐστὶν ἐναντιοῦσθαι κατὰ φωνὴν καί, ὡς εἰπεῖν, ἀντιλογεῖν 3.239 ἢ ἀμφιλογεῖν. ὅμοιον δέ τι καὶ τὸ διείπασθαι καὶ τὸ «δίειπέ μοι ὄφρα δαείω», ἤγουν εἰς πλάτος λάλησον, ὡς διαιρεῖσθαι τὸ ἔπος εἰς πολλὰ μέρη λόγου. οὕτω καὶ τὸ διακρίνειν μερισμὸν δηλοῖ σαφέστερον ἤπερ τὸ κρίνειν, καὶ τὸ διανέμειν μᾶλλον τοῦ νέμειν. Τοῦ δὲ δάπτειν δοκεῖ προϋπεῖναι ἄρρητον θέμα τὸ δῶ, ἵνα ᾖ ὡς βῶ βάπτω, ῥῶ ῥάπτω, οὕτω καὶ δῶ δάπτω. ἐκ δὲ τοῦ τοιούτου δῶ καὶ τὸ δαίω, ἤγουν μερίζω, ἐξ αὐτῶν δὲ καὶ τὸ δακεῖν καὶ ὅσα τοιαῦτα.] (ῃ. 485) Τὸ δὲ τοῦ Αἴαντος σάκος ὡς μέγα ἦν, καθωμίληται, καὶ ὅτι εὐρύ. ὅθεν καὶ προϊών φησιν «εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος». ἐξ οὗ καὶ Εὐρυσάκης αὐτῷ παῖς ὠνόμασται. τὸ δὲ καὶ πύργον αὐτὸ εἰπεῖν ὑπερβολῆς τρόπος ἐστὶν ἐμφαίνων συλλογιστικῶς καὶ τὸ τοῦ ἥρωος μέγεθος, ὃς διὰ τοῦτο καὶ ἕρκος