117
πρὸς τὸν λαὸν Ἰούδα ἐξαριθμεῖ ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου βασιλέως ἀρχόμενον, ἀφ' οὗ καί τινες τῶν ἐξηγητῶν, ἐν οἷς καὶ Εὐσέβιος, τὸν ἑβδομηκονταετη ρικὸν τῆς αἰχμαλωσίας χρόνον βούλονται μετρεῖσθαι, ἕως τοῦ αʹ ἔτους Κύρου γινόμενον ἔτη οʹ. κατὰ δὲ δεύτερον τρόπον ὁ αὐτὸς ἑβδομηκον ταετὴς χρόνος συνάγεται ἀπὸ τοῦ ἐνεστῶτος δʹ ἔτους Ἰωακείμ, ἀφ' οὗ καὶ ὁ θεὸς διὰ τοῦ προφήτου ἐγκαλεῖ τῷ λαῷ τοῦ Ἰούδα περὶ τῆς ἀπειθίας, ἐπὶ τὸ αʹ ἔτος τοῦ αὐτοῦ Κύρου, κατὰ δὲ γʹ καὶ τελευταῖον ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου ἕως τοῦ βʹ ἔτους ∆αρείου. τισὶ δὲ ἀκριβέστερον δοκεῖ ἀπὸ τοῦ εʹ ἔτους τῆς προφητείας Ἱερεμίου, ὥς φησιν Εὐσέβιος, τὰ ἐπὶ τὸ αʹ ἔτος Κύρου ἀριθμεῖν. ἀλλ' οὐδ' οὕτως ἀκριβῶς σῴζεται.
Οὐρίας υἱὸς Ἀμὼς κατὰ τῆς Ἱερουσαλὴμ προεφήτευσεν. Οὐρίας 259 προφητεύων κατὰ τῆς Ἱερουσαλὴμ φεύγει εἰς Αἴγυπτον. μεταπεμψάμενος δὲ αὐτὸν Ἰωακεὶμ καὶ ἀγαγὼν ἀπ' Αἰγύπτου ἀναιρεῖ. Τῷ δʹ ἔτει Ἰωακεὶμ λέγει ὁ Ἱερεμίας ὅτι ἐπάταξεν ὁ Ναβουχοδονόσωρ τὸν Νεχαῶ Φαραῶ. τὸ δὲ τέλος τοῦ δʹ ἀρχὴ τοῦ εʹ ἐστὶ καὶ οὐδὲν δια φέρει. Τῷ αὐτῷ ἔτει γέγονεν ὁ λόγος κυρίου πρὸς Ἱερεμίαν περὶ τοῦ χάρτου, ὃ ἀνέγνω Βαροὺχ τῷ εʹ ἔτει Ἰωακεὶμ μηνὶ θʹ κατὰ πρόσωπον κυρίου καὶ πάσης τῆς ἐκκλησίας Ἰούδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ Γαμαρίου τοῦ γραμματέως· ἔνθεν καὶ ὁ ἑβδομηκονταετὴς χρόνος. Σχόλ. Στοιχείωσις ἀκριβὴς ἀπὸ τοῦ αʹ ἔτους τῶν οʹ ἐτῶν τῆς αἰχμαλω σίας μέχρι καὶ αὐτῆς τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ κατὰ τὴν παροῦσαν συντάξαντα βίβλον, ἀπὸ δʹ ἔτους Ἰωακείμ, κόσμου δωπγʹ, ἕως ὅτ' ἀπελύθη ἡ αἰχμαλωσία, ἤγουν αʹ ἔτους Κύρου, ἔτη οʹ. καὶ ἀπὸ τοῦ βʹ ἔτους Κύρου, ὅτε ὁ ναὸς ἐθεμελιώθη ἡγεμονεύοντος Ζοροβάβελ καὶ ἀρχιερατεύοντος Ἰησοῦ, ἕως συμπληρώσεως ἐτῶν Ὀνίου ἀρχιερέως τοῦ τελευταίου ἔτη τξγʹ. κόσμου ἔτη ετιεʹ. καὶ ἀπὸ ἀρχῆς τῶν ἀνιέρων διὰ χρημάτων κρατησάντων Ἰάσονος, Μενελάου καὶ Λυσιμάχου ἐπὶ τῆς ἀπιστίας Ἀντιόχου ἕως Ἰούδα υἱοῦ Ματθίου ἔτη ιθʹ. κόσμου δὲ ἔτη ετλδʹ. καὶ ἀπὸ τῆς ἀρχῆς Ἰούδα ἀρχιερέως υἱοῦ Ματθίου ἕως λγʹ ἔτους Ἡρώδου, τεσσαρακοστοῦ δὲ τρίτου ἔτους Αὐγούστου Καίσαρος, ὅτε τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου ὁ κύριος ἐτέχθη, ἔτη ρξζʹ, κόσμου δὲ εφαʹ, μηνὶ ∆εκεμβρίῳ ἰνδικτ. αʹ. Πέντε γεγόνασιν οἱ υἱοὶ τοῦ μακαρίου Ἰωσίου, Ἰωάχαζ, Ἐλιακεὶμ ὁκαὶ Ἰωακείμ, Ἰωνᾶν, Σεδεκίας ὁ καὶ Ἰεχονίας, καὶ πέμπτος Σαλούμ. Καὶ τὸν μὲν Ἰωάχαζ ὑπὸ τοῦ λαοῦ μετὰ θάνατον Ἰωσίου τοῦ πατρὸς χρισθέντα εἰς βασιλέα μετέστησε Νεχαῶ Φαραῶ εἰς Αἴγυπτον, ἔνθα καὶ ἀποθνήσκει. φόρον τε ἀργυρίου ταλάντων ρʹ καὶ χρυσίου ταλάντου ἑνός, ἢ ὥς τινες ιʹ, τῇ Ἰουδαίᾳ ἐπέθηκεν, καταστήσας Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τὸν καὶ Ἰωακεὶμ μετακληθέντα ὑπ' αὐτοῦ. Ἀναιρεθέντος δὲ τοῦ αὐτοῦ Νεχαῶ Φαραῶ ὑπὸ τοῦ Ναβουχοδονόσωρ 260 τῷ βʹ ἔτει τῆς βασιλείας αὐτοῦ, κατὰ τὸ δʹ ἔτος Ἰωακείμ, ὥς φησιν Ἱερεμίας, ἀνελθὼν κατεδουλώσατο τὸν Ἰωακεὶμ ὁ Ναβουχοδονόσωρ ἔτη γʹ, τοῦτ' ἔστιν ἕως τοῦ ηʹ ἔτους αὐτοῦ Ἰωακείμ. ἀποστάντα δὲ πάλιν χειρωσάμενος ᾐχμαλώτισε, καταστήσας ἀντ' αὐτοῦ τὸν Ἰωαχεὶμ υἱὸν αὐτοῦ παῖδα ὀκταέτη. Ἡ μὲν ἱερὰ βίβλος τῶν Παραλειπομένων μετὰ τὸ ἀποικισθῆναι τὸν Ἰωακεὶμ σὺν τοῖς ἱερεῦσι καὶ τοῖς λοιποῖς ἐμφανέσι τῶν Ἰουδαίων καὶ τῶν ἱερῶν σκευῶν κατὰ τὸ ηʹ ἔτος τῆς βασιλείας Ναβουχοδονόσωρ δεθέντα πέδαις χαλκαῖς ὑπ' αὐτοῦ καὶ αἰχμάλωτον εἰς Βαβυλῶνα ληφθέντα, φησὶν ὅτι κατέστησε τὸν Ἰωαχεὶμ υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ τὸν καὶ Ἰεχονίαν παῖδα ὀκταέτη ὑπόφορον· καὶ μετὰ τρεῖς μῆνας καὶ δέκα ἡμέρας ἔλαβεν αὐτὸν πολιορκήσας σὺν τῇ μητρὶ καὶ τοῖς λοιποῖς ἄρχουσιν Ἰούδα καὶ τοῖς εὐνούχοις καὶ τοῖς δυνατοῖς τῆς γῆς καὶ πᾶσι τοῖς θησαυ ροῖς αἰχμαλώτους εἰς Βαβυλῶνα, καὶ ἐβασίλευσε τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ, κγʹ ὄντα ἐτῶν, δῆλον δ' ὅτι τοῦ Ἰωσίου υἱόν. συμφωνεῖ δὲ καὶ ἡ δʹ τῶν βασιλειῶν. Ὁ δὲ ἱερὸς Ἱππόλυτος ἐν τῷ κατὰ τὴν Σωσάνναν καὶ τὸν ∆ανιὴλ συγγράμματι τρία ἔτη