117
ὥσπερ εἴρηκας, πάντα δεύτερα τῆς πρὸς ἐμὲ ἡγῇ φιλίας, ἐγώ τε τοῦ παντὸς τιμῶμαι τὰ σοὶ φίλα καὶ λογίζεσθαι καὶ πράττειν, πῶς ἂν ἔχοι χώραν, ἃ ἐνόμιζον ἀνιᾷν, ταῦτ' ἐξεπίτηδες λογίζεσθαι ποιεῖν; ὃν δὲ τρόπον ἔσχε τὰ περὶ Συργιάννην, αὐτὸς ἐρῶ. τὰς μὲν αἰτίας ἐφ' αἷς ἁλοὺς κατεκρίθη δεσμωτήριον οἰκεῖν ὑπὸ βασιλέως τοῦ πάππου τοῦ σοῦ, οἶσθα καὶ αὐτός. ἐγὼ δὲ μετὰ τὸ Βυζάντιον ἡμᾶς ποιήσασθαι ὑφ' 1.333 ἑαυτοῖς, ἀσυμπαθὲς ἔκρινα καὶ δεινῶς ἄγνωμον, εἰ μή τινι ἄλλῳ, τῇ πρὸς αὐτὸν γοῦν ἐπιδημίᾳ τὴν συμφορὰν εἰς ὅσον οἷόν τε ἐπικουφίσαι καὶ παραμυθίαν παρασχεῖν τινα, μὴ παντελῶς ἀπεῤῥίφθαι ἐλπίσαντα παρὰ τῶν φίλων. γενόμενος δὲ ἐν τῷ δεσμωτηρίῳ πρὸς αὐτὸν, καὶ τήν τε ἄλλην κάκωσιν τὴν ἀπὸ τοῦ δεσμωτηρίου καὶ μάλιστα τὴν ἀπὸ τῶν κλοιῶν ἑωρακὼς, δεινῶς τε ἤλγησα ὑπὲρ αὐτοῦ καὶ παραμυθίαν τινὰ εἰ οἷόν τε αὐτῷ προὐθυμήθην ἐξευρεῖν. καί σοι προσελθὼν, περὶ τῶν κλοιῶν ἐδεόμην μόνων, ἀρκοῦσαν ἡγούμενος εἶναι ὡς ἐν δεινοῖς παραμυθίαν. ἐπεὶ δὲ ἐγενόμην ἐν συνηθείᾳ καὶ συχνῶς ἐφοίτων πρὸς αὐτὸν, ἐκεῖνος μὲν οὐδ' οὕτω πρὸς ἐμὲ ἐμνήσθη τῶν κακῶν ἀπαλλαγῆς, οὐ μόνον τὴν σὴν περὶ τὸ συγγινώσκειν τοῖς προσκεκρουκόσι φιλοτιμίαν οὐκ εἰδὼς, ἀλλὰ καὶ ἑαυτῷ τὰ δεινότατα συνειδὼς καὶ διὰ τοῦτο τὴν παραίτησιν ἀπαγορεύων. ἐγὼ δ' ἔτι μᾶλλον ἐκ τῆς συνηθείας ἐπικαμπτόμενος πρὸς τὴν αὐτοῦ κακοπραγίαν, ᾠήθην δεῖν ἀπό τε τοῦ δεσμωτηρίου εἰς ἕτερον ἐπιεικέστερον μεταγαγεῖν καὶ τὴν τῆς μητρὸς καὶ γυναικὸς καὶ τῶν φιλτάτων συνδιαγωγὴν αὐτῷ ἐφεῖναι, νομίζων οὕτως ἂν ἡμῖν τε εἶναι ἀσφάλειαν τοῦ μή τι ἐπιβουλεύεσθαι παρ' αὐτοῦ, καὶ αὐτὸν οὐδὲν ἧττον ἢ εἰ παντάπασι τοῦ δεσμεῖσθαι ἀπολέλυτο, ἡδέως βιώσεσθαι καὶ ἀνειμένως. τοῦτο μὲν οὖν αἰτήσας παρὰ σοῦ, ἔπραξα αὐτῷ· ἡ δὲ μήτηρ μὲν αὐτοῦ, θεία δὲ ἐμὴ, ὅπερ οὐδ' ἄν ποτε ἤλπισεν ὁρῶσα γεγενημένον, καὶ ταῦτα ὑπ' οὐ 1.334 δενὸς ἐμοῦ παρακεκλημένου, εὔελπις καὶ πρὸς τὰ λείποντα γεγενημένη, προσῆλθέ τε καὶ ἐδεήθη περὶ τῆς τοῦ υἱοῦ ἐλευθερίας. ἐγὼ δὲ ὅτι τε συγγενής ἐστιν ἐμὸς ἐνθυμηθεὶς καὶ τὴν ἀρχαίαν φιλίαν καὶ τὴν ἐν ταῖς στρατείαις συνδιατριβὴν, ὑφ' ἑνὶ γὰρ καθηγεμόνι τῷ ἡμετέρῳ θείῳ Ἀγγέλῳ τῷ μεγάλῳ στρατοπεδάρχῃ τὰ πολέμια ἐδιδασκόμεθα, ὃς οὐ μόνον τοὺς νῦν ἐν ταῖς στρατηγίαις παρήλασε πολλῷ τῷ μέτρῳ, ἀλλὰ καὶ τοῖς πάλαι ὑμνουμένοις ἐν ταῖς συγγραφαῖς Ῥωμαίων στρατηγοῖς ἤρισεν ἂν περὶ πρωτείων, καὶ ὡς ἐν ἡμέρᾳ τῇ αὐτῇ πολεμίοις πρώτοις Πέρσαι δὲ ἦσαν συνήλθομεν εἰς χεῖρας· τὸ δέ με πάντων μάλιστα πεῖσαν, ὅτι εἰ τοσαῦτα ὅσα σύνοιδεν αὐτῷ προσκεκρουκότι συγγνώμην παράσχοις αὐτὸς, πάσης αἰτίας ἀπολύσας, μεταβαλεῖν ἂν ἐνόμισα καὶ αὐτὸν, ἐκ τῶν πραγμάτων αὐτῶν διδαχθέντα περὶ οἷον ἠγνωμόνει, καὶ τοῦ λοιποῦ μενεῖν εὔνουν καὶ φίλον πιστόν· ὡς ἐντεῦθεν δύο τὰ μέγιστα ἐξειργάσθαι, σοί τε φιλανθρωπίας καὶ ἡμερότητος παρασχόντα ἀφορμὴν καὶ προσέτι χρήσιμον ἐν πολλοῖς ἄνδρα προσαγαγόντα, ὃς δι' οἰκείαν ἀγνωμοσύνην ἀπολώλει, καὶ αὐτῷ μεγίστων ἀγαθῶν αἰτιώτατον ὀφθέντα, ἐπειθόμην τε αὐτοῖς δεομένοις, καὶ σοὶ προσελθὼν περὶ τῆς παντελοῦς αὐτοῦ ἐλευθερίας διειλέχθην. ἐπεὶ ἄλλως γε εἰ ἐπὶ τῆς αὐτῆς μοχθηρίας καὶ τοῦ λοιποῦ αὐτὸν ὑπενόουν μενεῖν, οὐχ ὅτι γε αὐτὸς, ἀλλὰ καὶ ἑτέρου πράττοντος ἐκώλυσα ἂν τὴν ἐλευθερίαν. τοῖς 1.335 γὰρ εὐνοοῦσί σοι φίλος εἶναι οὐ μᾶλλον προῄρημαι ἐξ ἀρχῆς ἢ πολέμιος τοῖς ἐπιβουλεύουσι.» Τοιαῦτα μὲν πρὸς ἀλλήλους διειλέχθησαν αὐτοί· ἐπεὶ δὲ ἐκεκύρωτο τὸν Συργιάννην τοῦ δεσμωτηρίου ἀφεθῆναι, ἡ τοῦ βασιλέως μήτηρ βασιλὶς ἡ Ξένη πυθομένη, ὅτι βασιλεῖ τοιαῦτα ἔδοξε περὶ αὐτοῦ, ἐδυσχέραινέ τε οὐκέτι ἀνεκτῶς καὶ τὸν μέγαν δομέστικον εἶχεν ἐν αἰτίαις, οὐ μόνον ὅτι πολεμίῳ ὄντι βασιλέως καὶ διὰ τοῦτο δικαίῳ ὄντι δεσμοῖς ἀφύκτοις διὰ βίου ἔχεσθαι παντὸς αὐτὸς συνεῖπε πρὸς τὴν ἐλευθερίαν, ἀλλ' ὅτι μήτε πρότερον αὐτῇ μηδὲν μήτε προεῖπε, μήτε ἐβουλεύσατο περὶ αὐτοῦ. ὁ μέγας δὲ δομέστικος αἰτίας ἀπολύων ἑαυτὸν, ἀγνοεῖν τε ἔφασκεν ὅτι μὴ εἴη κατὰ γνώμην τὰ πραττόμενα αὐτῇ, καὶ διὰ τοῦτο μηδὲν περὶ τούτου πρότερον αὐτῇ διαλεχθῆναι.