117
κατ' αὐτὸν κέρατι πονουμένῳ. 1.294 ̔Η μὲν ουν νίκη λαμπρὰ τῷ ̓Αλεξάνδρῳ προσγέγονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, ̓Αλέξανδρος δὲ τῆς ̓Ασίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ' αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια ευρηκε καὶ αλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος ευρε πλῆθος οσον ἐν Σούσοις. τὸν αλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ετι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τῶν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ εμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον οτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ' ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφᾶν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως εφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν ειναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. υστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, οτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ωτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς αψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον. ̓Εξελαύνων δ' ἐπὶ ∆αρεῖον μετὰ τρισχιλίων ἐφ' ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείο1.295 νας διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. οτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς υδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ επιεν, ἀλλ' ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς "εἰ ἐγὼ πίομαι μόνος, ἀθυμήσουσιν ουτοι." ἐμβαλὼν δὲ ηδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ ∆αρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' εκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ηδη ἐκλείπων. αἰτήσας δὲ υδωρ καὶ πιὼν ειπε πρὸς τὸν δόντα Πολύστρατον "τοῦτό μοι πέρας δυστυχίας ἁπάσης, οτι ευ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· ̓Αλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, ̓Αλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας." καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῷ θανόντι ̓Αλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περι έστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ος ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, ειτα μεθεῖναι τὰ δένδρα καὶ ουτω διασπασθῆναι τὸν ανθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς ̔Υρκανίαν δὲ ἀπιὼν περὶ τὸ ̔Υρκάνιον πέλαγος, ο καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ιππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ιππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ιππον ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν. ̓Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ενθα 1.296 πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν· ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων ἐκέλευσε γράμματα σφᾶς ̔Ελληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς ̔Ρωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ αλλως αὐτῇ προσῆλθεν η κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν ̔Ηφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ην ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ελλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν