117
∆εξιμήλων θεῶν. ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα, τουτέστι τὰ πρόβατα. ∆επίφρονα. κοῦφον ταῖς φρεσί. ∆ερηστήρ. ὁ συνέχων, περιτραχήλιος. delta.477 ∆ερβιστήρ. τὸ δέρμα. παρὰ τὸ δέρω δεριστὴρ καὶ πλεονασμῷ τοῦ β δερβιστήρ. πλεονάζουσι δὲ τὸ ˉβ οἱ Συρακούσιοι, ὡς καὶ ἐπὶ τοῦ ὀλβάχνιον, ὀλάχνιον, τὸ τὰς ουλας εχον. σημαίνει δὲ τὸ κανοῦν, ἐν ῳ ἀπετίθουν τὰς ουλας. ∆ερμηστήσ. Λυσίας ὁ ῥήτωρ τὸν σκώληκα φησίν· ̓Αρίσταρχος δὲ τὸν οφιν. δερμηστὴς δὲ ειρηται ὁ ἐσθίων τὰ ὠμὰ δέρματα. παρὰ τὸ εδω, εσω, ὁ παρακείμενος ησμαι, τὸ τρίτον ησται, καὶ ονομα ηστης, ὁ ἐσθίων, ἀφ' ου νῆστις, ὁ ἐστερημένος τῶν σιτίων καὶ τοῦ ἐσθίειν. καὶ ὠμηστὴς καὶ δερμηστής. ∆ερκευνέοσ. τοῦ λαγωοῦ· ἐπειδὴ δοκεῖ κοιμώμενος βλέπειν. Νίκανδρος εἰς τὸ ἀντιφάρμακον· ευτ' αν ὑπὲρ φάρυγγος χεύῃ πάντα δ' ἀεργὰ απεπτα δόρπα, πολλάκι δ' η σκύλακος δερκευνέος. ∆έσιοσ. ὁ ̓Ιούνιος μήν. ∆εσπόσυνοσ. παῖς τοῦ δεσπότου. ∆εσπότησ. οιον δεσποίτης, ὁ δέος ἐμποιῶν η ὁ δέους εχων οπα. *κατὰ ἀποβολὴν τοῦ οπα.* ∆εσμώτησ. πᾶν ῥῆμα τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἐν τοῖς ὀνόμασιν, η διὰ τοῦ ˉω ὀξέως ἐκφέρεται. οιον· χρυσῶ, χρυσωτής· μισθῶ, μισθωτής. η διὰ τοῦ ˉο βαρέως. οιον· ὀμόσω, ὀμότης· ἀρόσω, ἀρότης. οὐκ αρα ουν τὸ δεσμώτης ἀπὸ τοῦ δεσμώσω μέλλοντος· ἐπεὶ ωφειλεν ειναι δεσμωτὴς, διὰ τοῦ ˉω μεγάλου· ἀλλ' ἀπὸ τοῦ δεσμὸς, οθεν καὶ διὰ τοῦ ο μικροῦ γράφεται. ἀλλ' ἡ συνήθεια διὰ τοῦ ˉω delta.478 μεγάλου γράφει τὸ δεσμώτης. *καὶ σὺ τί λέγεις, οὐκ οιδα συγχώρησον.* ∆εύτατοσ. ὁ εσχατος. οιον· - δεύτατος ηλθεν ̓Αχαιῶν χαλκοχιτώνων. παρὰ τὸ δεύω καὶ δεύομαι. σημαίνει δὲ τὸ λείπομαι καὶ στερίσκομαι. οιον· -αὐτὰρ εμ' αυτως ησθαι δευόμενον. ἀντὶ τοῦ ἐνδεόμενον. γίνεται δεύτερος καὶ δεύτατος, ωσπερ ἀπὸ τοῦ φέρω φέρτερος καὶ φέρτατος· ιν' ῃ ὁ λειπόμενος τῇ τάξει, εἰ καὶ μὴ πρῶτος. οιον· δεύτερον αυτ' ̓Οδυσσῆα ἰδὼν ἐρέειν' ὁ γέρων. ∆εύνυσοσ. ὁ ∆ιόνυσος. ἀπὸ τοῦ ∆ιόνυσος, τοῦ ι τραπέντος εἰς ε, ∆εόνυσος. ουτως γὰρ Σάμιοι προφέρονται. συναιρέσει δὲ ̓Ιωνικῇ ∆εύνυσος, ὡς Θεόδοτος, Θεύδοτος. ἐνίοτε δὲ αὐτὸν ∆εύνυσον ὀνομάζεσθαι φασὶν, ἐπειδὴ ἐβασίλευε Νύσσης. κατὰ γὰρ τὴν τῶν ̓Ινδῶν φωνὴν δεῦνος ὁ βασιλεύς. ∆έλιθεσ. τὰ σφηκία καὶ αἱ δέλιθες. ∆εψοποιόσ. βαφεὺς, ἁπαλυντής. ∆εῖμοσ. ὁ φόβος. παρὰ τὸ δέω, τὸ φοβοῦμαι. ∆ελφινίσ. παρὰ τὸ δελφὺς, ο σημαίνει τὴν μήτραν· ἐξ ου καὶ ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς δελφύος ηγουν μήτρας. (Θηλυκόν.) ∆εβώῤῥα. κύριον. ∆ειρή. ὁ τράχηλος. παρὰ τὸ ἐκδέρεσθαι. καταχρηστικῶς δὲ ἐπὶ τῶν ἀνθρώπων. delta.479 ∆εῖσα. ὁ ὑγρὸς καὶ βοτανώδης τόπος. παρὰ τὸν δεύσω μέλλοντα, ο σημαίνει τὸ βρέχω. δεῦσα καὶ δεῖσα. ∆εισαλέα. δίϋγρος, βοτανώδης, η κοπρώδης. ∆ειράδεσ. αἱ ἐξοχαὶ τῶν ὀρῶν η τῶν ναπῶν η τῶν φαράγγων. ∆είλη. καὶ κλίνεται τῆς δείλης. παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ελῃ ητοι τῇ θερμασίᾳ, δεέλη καὶ δείλη κατὰ κρᾶσιν τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον. μετάγεται καὶ ἐπιῤῥηματικῶς, οιον· δείλης ηλθον. ∆ειλία. συστολὴ τόλμης, καὶ προσδοκία τινὸς πράγματος οὐκ ἀγαπωμένου. ∆ειδία. ἡ σκοτεινὴ νύξ. παρὰ τὸ δέος. ἡ φόβου ποιητική. ∆ειπνολόχου. κλεπτοτρόφου, τῆς λαθραίως ἐσθιούσης καὶ μὴ φανερῶς. ̔Ησίοδος· Οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ λογίζετ' αμεινον Τῆς ἀγαθῆς· τῆς δ' αυτε κακῆς οὐ ῥίγιον αλλο ∆ειπνολόχου-. ∆ειλία. νηπιῶδες ηθος. ἐκτροπὴ πίστεως. ∆εβελτόσ. πόλις Θρᾳκική. ∆έησισ. αιτησις ἐνδεῶν. η ἐπίπονος αιτησις εκ τινος γινομένη. η ὁμιλία νοῦ πρὸς θεὸν μεθ' ἱκεσίας βοήθειαν η αιτησιν ἀγαθῶν περιέχουσα. η δέησις ἐστὶν ἐλλειπόντων τινὶ μεθ' ἱκεσίας περὶ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή. ∆εκέλεια. τόπος. delta.480 ∆εκάτη. οιον· τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσσατο λαὸν ̓Αχιλλεύς. ἀπὸ τοῦ δέκατος, δεκάτη· τοῦτο παρὰ τὸ δεκάς· τοῦτο παρὰ τὸ δέχομαι, δεχὰς, καὶ δεκὰς, ἡ εχουσα ἐν ἑαυτῇ πάντα ἀριθμόν. ∆έλφαξ. ὁ γαλαθηνὸς χοῖρος. ̓Επίχαρμος· δέλφακά τε τῶν γειτόνων τοῖς ̓Ελευσινίοις φυλάσσω. παρὰ τὸ τὴν δελφήν· κυρίως γὰρ ἐπὶ τῆς θηλείας λέγεται δέλφαξ. τινὲς δὲ τοὺς μεγάλους χοίρους δέλφακας