117
ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.» «Σωτηρία τῶν δικαίων παρὰ Κυρίου. Ὑποστηρίζει τοὺς δικαίους ὁ Κύριος.» «Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν.» «Ἐπαύλεις δικαίων εὐλογοῦνται.» «Οἶκος δικαίων εὐλογεῖται.» «Οἶκος δικαίων ἰσχὺς πολλή.» «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου Ἐγχρονίζει δικαίοις εὐφροσύνη.» «Φῶς δικαίοις διὰ παντός.» «∆ίκαιοι ποιοῦσιν ἐν πλούτῳ ἔτη πολλά.» «∆ίκαιος ἐν χαρᾷ καὶ εὐφροσύνῃ ἔσται.» «∆ίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.» «Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σὺ, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε, καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς.» 95.1416 «Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι.» Καὶ δίκαιοι πολλοῖς περιστατικοῖς περιπίπτουσιν· ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσίν· τὸ μὴ δι' ἁμαρτίας ὑπομεῖναι τὸν σπουδαῖον.
ΤΙΤΛ. ΚΘʹ. -Περὶ δικαίων· ὅτι τίμιος παρὰ Κυρίῳ ὁ θάνατος αὐτῶν.
«Ἀποθάνοι ἡ ψυχή μου ἐν σκηναῖς δικαίων.» «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» «Μνήμη δικαίων μετ' ἐγκωμίων. «Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοὶ πολλοί.» «Ἀπὸ προσώπου ἀδικοῦντος ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.» Τιμῶμεν τὰς τῶν ἁγίων θήκας, καὶ τῆς οὕτω λαμπρᾶς αὐτῶν εὐανδρείας, καθάπερ ἐν τάξει γερῶν καὶ ἀντιμισθίας, τὴν ἀμάραντον αὐτοῖς κατατιθέμενοι μνήμην. Τιμῶμεν ἄνδρας ἁγίους τιμῶντας τὴν πίστιν, καὶ τοῖς τῆς εὐανδρείας αὐχήμασιν εὖ μάλα κατεστεμμένους ἀγωνισαμένους τε μέχρι ψυχῆς καὶ αἵματος, καὶ μαρτυρήσαντας τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ τοῖς τῆς εὐσεβείας ἀνδραγαθήμασιν ἐκλαμπρυνομένους. Ὁ ἁψάμενος ὀστέων μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευούσης χάριτος. Τίμιος οὖν ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
ΤΙΤΛ. Λʹ. -Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρτάνειν εἰς Θεὸν, καὶ εἰς ἀνθρώπους.
«Ἡλὶ πρεσβύτερος σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς· Ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου; Μὴ, τέκνα· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ. Ἐὰν ἁμαρτάνων ἁμαρτήσῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξεται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμαρτήσῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» «Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ· καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Τοσοῦτον τὸ μέσον Θεοῦ καὶ ἀνθρώπου, ὅσον οὐδὲ ὁ λόγος παραστῆσαι δυνήσεται.
ΣΤΟΙΧΕΙΟΝ Ε.
ΤΙΤΛ. Αʹ. -Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν φυλαττόντων αὐτάς. «Εἶπε Κύριος· Ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς Κυρίου, καὶ φυλάξησθε τὴν
διαθήκην μου, ἔσεσθέ 95.1417 μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν. Ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον.» «Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς μου, καὶ ποιήσῃς πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις.» «Ἐὰν ἐν τοῖς προστάγμασί μου