αὗται δὲ πάλιν αἱ ἁπλαῖ φωναὶ διαφέρονται πρὸς ἀλλήλας γενικαῖς τισι διαφοραῖς· αἱ μὲν γὰρ αὐτῶν οὐσίαν σημαίνουσιν, οἷον ἡ «ἄνθρωπος» φωνή, αἱ δὲ ποσόν, ὡς ἡ «δίπχυ», αἱ δὲ ποιόν, ὡς ἡ «λευκόν», αἱ δὲ πρός τι, ὡς ἡ «πατήρ», αἱ δὲ ποῦ, ὡς «ἐν Ἀθήναις», αἱ δὲ ποτέ, ὡς ἡ «χθές», αἱ δὲ κεῖσθαι, ὡς ἡ «κάθηται», αἱ δὲ τὸ ἔχειν, ὡς τὸ «ὑποδεδέσθαι», αἱ δὲ τὸ ποιεῖν, ὡς τὸ «τύπτειν», αἱ δὲ τὸ πάσχειν, ὡς τὸ «τύπτεσθαι». ἕκαστον οὖν τῶν εἰρημένων τούτων ἁπλῶς λεγόμενον οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει, συμπλεκόμενα δὲ μετ' ἀλλήλων ἐξ ἀνάγκης ἢ ἀληθεύουσιν ἢ ψεύδονται, οἷον «τὶς ἄνθρωπος περιπατεῖ»· τὸ γὰρ «τὶς ἄνθρωπος περιπατεῖ» ἀνάγκη ἢ ἀληθὲς εἶναι ἢ ψευδές. περὶ ἧς συμπλοκῆς τῶν ἁπλῶν φωνῶν τῆς διαιρούσης τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ ποιούσης τὰς προτάσεις ἡ τοῦ Περὶ ἑρμηνείας διδασκαλία καταγίνεται. Πρὸς τούτοις δὲ τῶν ὄντων κατὰ τὴν πρὸς ἄλληλα σχέσιν τὰ μέν εἰσιν ὁμώνυμα, τὰ δὲ συνώνυμα, τὰ δὲ παρώνυμα, καὶ πάλιν πρὸς τούτοις τὰ μὲν καλεῖται πολυώνυμα, τὰ δὲ ἑτερώνυμα. ὁμώνυμα μὲν οὖν ἐστιν ὅσα κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσιν ἀλλήλοις, κατὰ δὲ τὸν τῆς οὐσίας λόγον, εἴτε ὁρισμὸν εἴποις εἴτε ὑπογραφήν, διαφέρουσιν, οἷον «ἄνθρωπος» τὸ ζῷον καὶ «ἄνθρωπος» τὸ ἐν τοίχῳ γεγραμμένον· ταῦτα γὰρ κατὰ μὲν τὸ ὄνομα μόνον τὸ «ἄνθρωπος» κοινωνοῦσι, κατὰ δὲ τὸν λόγον τῆς οὐσίας διαφέρουσιν· ἄλλον γὰρ καὶ ἄλλον ὁρισμὸν ἑκάτερον ἐπιδέχεται· τὸ μὲν γὰρ αὐτῶν ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὸ δὲ δῆλον ὅτι οὔτε λογικὸν οὔτε ὅλως ζῷόν ἐστι. συνώνυμα δέ ἐστιν ὅσα σὺν τῷ κοινῷ ὀνόματι καὶ τὸν λόγον ἔχει τὸν αὐτὸν ἀλλήλοις, ὡς τὸ «ζῷον» καὶ ἐπὶ ἀνθρώπου καὶ ἐπὶ ἵππου· τὸ γὰρ «ζῷον» ὄνομα ἐφ' ἑκατέρου κοινὸν ἔχει καὶ τὸν τῆς οὐσίας λόγον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ὃ καὶ ἀμφοτέροις τῷ ἀνθρώπῳ τε καὶ τῷ ἵππῳ ἐπίσης ἁρμόζει. παρώνυμα δέ ἐστι τὰ κατά τι μέρος τοῦ ὀνόματος κοινωνοῦντα ἀλλήλοις, κατά τι δὲ διαφέροντα ἔν τε τῷ ὀνόματι καὶ τῷ πράγματι, ὡς «ἡ γραμματικὴ» καὶ «ὁ γραμματικός»· διαφέρουσι μὲν γὰρ ἀλλήλων καὶ τῷ πράγματι ἤτοι τῇ οὐσίᾳ- ἡ μὲν γάρ ἐστι γνῶσις, ὁ δὲ ζῷον-, διαφέρουσι δὲ καὶ αὐτῷ τῷ ὀνόματι, κατὰ τὴν τελευταίαν συλλαβὴν τῆς λέξεως μικρὸν παραλλάσσοντα. πολυώμυμα δέ ἐστι τὰ κατὰ τὴν φωνὴν μὲν τοῦ ὀνόματος μόνον διαφέροντα, τὸ αὐτὸ δὲ πρᾶγμα σημαίνοντα καὶ τὸν αὐτὸν λόγον τῆς οὐσίας ἐξ ἀνάγκης ἐπιδεχόμενα, οἷον «ἄνθρωπος», «μέροψ», «βροτός»· ταῦτα γὰρ τὰ ὀνόματα φωνῇ μόνον ἀλλήλων διαλλάσσουσι, πρᾶγμα δὲ τὸ αὐτὸ σημαίνουσι καὶ τὸν αὐτὸν λόγον τῆς οὐσίας διασῴζουσιν. ἑτερώμυμα δὲ λέγεται τὰ καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν τῆς οὐσίας λόγον ἀλλήλων διαφέροντα, οἷον «ἄνθρωπος» καὶ «λίθος»· ταῦτα γὰρ οὔτε κατὰ τὴν φωνὴν τοῦ ὀνόματος ἐπικοινωνοῦσιν ἀλλήλοις οὔτε κατὰ τὸν τῆς οὐσίας λόγον· τὸ μὲν γάρ ἐστι ζῷον λογικόν, τὸ δὲ οὐσία ἄψυχος καὶ ἀναίσθητος. Ἐπεὶ δὲ τῶν τοιούτων ἁπλῶν φωνῶν ὡς εἴρηται αἱ μὲν οὐσίαν σημαίνουσιν, αἱ δὲ ποσόν, αἱ δὲ τὰς λοιπὰς κατηγορίας, χρεών ἐστι ποσῶς περὶ αὐτῶν πρὸς σαφήνειαν διαλαβεῖν. διὸ οὐσία μέν ἐστι πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· αὕτη δὲ ἡ ἁπλῶς οὐσία ἤτοι ἡ καθόλου γένος ἐστὶ γενικώτατον καὶ ἔχει τρία εἴδη ὑποβεβηκότα εἰς ἃ καὶ διαιρεῖται, σῶμα, ἀσώματον καὶ μικτὸν ἐξ ἀμφοτέρων. ἔχει δὲ καὶ ἴδια ἕξ· πρῶτον μὲν τὸ μὴ εἶναι αὐτὴν ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα, δεύτερον δὲ τὸ συνωνύμως κατηγορεῖσθαι αὐτὴν τῶν μερικῶν οὐσιῶν, τρίτον τὸ τόδε τι σημαίνειν-τὸ γὰρ δεικνύειν διὰ τῆς χειρὸς ἢ ἄλλου τινὸς τοιούτου τῇ μερικῇ οὐσίᾳ δηλονότι ἁρμόττει-, τέταρτον τὸ μηδὲν αὐτῇ εἶναι ἐναντίον, πέμπτον τὸ μὴ ἔχειν αὐτὴ τὸ μᾶλλον καὶ τὸ ἧττον-οὐ γάρ ἐστιν ὁ Σωκράτης παρὰ τὸν Πλάτωνα μᾶλλον ἄνθρωπος-, ἕκτον τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτῆς μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικήν, ὃ