1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

117

φόμεθα, οὐδὲ διὰ τὸν ὑπόχαλκον χρυσὸν καὶ τὸν ἀκίβδηλον δια βάλλομεν, οὐδὲ διὰ τὴν ἐψευσμένην πορφύραν καὶ τὴν ἀληθινὴν σκώπτομεν, οὐδὲ τῶν ἀμαθῶν ἕνεκα ζωγράφων καὶ τῶν ἐντέχνων κατηγοροῦμεν, οὐδὲ διὰ τοὺς πονηροὺς ἀνθρώπους καὶ τοὺς σπουδαίους μισοῦμεν, οὐδὲ ἤν τινα εὕρωμεν ἀνεπιστήμονα ἰατρόν, ἤδη καὶ τὴν ἰατρικὴν ἀπαγορεύομεν τέχνην, ἀλλὰ καὶ τῶν ζω γράφων καὶ τῶν ἰατρῶν, καὶ μέντοι καὶ τῶν σκυτοτόμων καὶ τῶν χαλκοτύπων καὶ τῶν χρυσοχόων τοὺς μὲν ἀρίστους θαυμάζομεν, τοὺς δὲ τὴν τέχνην οὐκ ἀκριβοῦντας σκώπτειν εἰώθαμεν· τὰς δέ γε τέχνας, κἂν μηδένα ἐπιστήμονα εὕρωμεν, διαβάλλειν οὐκ 12.83 ἀνεχόμεθα. Τῶν γὰρ ἀτοπωτάτων διὰ τοὺς τυφλώττοντας τοὺς ὀφθαλμοὺς καὶ αὐτὴν τὴν ὀπτικὴν αἴσθησιν διαψέγειν ὡς ἄχρηστον, καὶ διὰ τοὺς τὴν γλῶτταν πεπεδημένους τῶν τῆς φωνῆς ὀργάνων ὡς οὐκ ἀναγκαίων κατηγορεῖν, καὶ διὰ τὰ βεβυσμένα ὦτα τὴν ἀκουστικὴν αἴσθησιν περιττὴν ὀνομάζειν. 12.84 Οὕτω τοίνυν ἀληθῶς σχέτλιόν τε καὶ ἄδικον τῶν τοὺς νόμους παραβαινόντων εἵνεκα καὶ αὐτῶν τῶν νόμων κατηγορεῖν καὶ τῶν τούτους φυλάττειν ἐσπουδακότων. Οὐδὲ γὰρ εἴ τις τέκτων κατὰ λόγον μὲν εὐθύνοι τὴν στάθμην, παρὰ λόγον δὲ τῷ σκεπάρνῳ χρώμενος διαφθείροι τὰ σημεῖα τοῦ μέλανος, ἢ περαιτέρω ταύ της τῶν ἔνδον ἀφαιρούμενος ἢ περιττὰ ἔξωθεν καταλείπων, τὴν στάθμην αἰτιατέον, ἣ τὸ εὐθὲς ἐπιδείκνυσι· τῆς γάρ τοι τοῦ 12.85 τέκτονος ἀμαθίας ἡ ἁμαρτία. Οὐκοῦν οἱ νόμοι στάθμης τινὸς καὶ κανόνος καὶ γνώμονος ἐπέχουσι τάξιν· τῶν δὲ τούτοις χρω μένων οἱ μὲν ἄριστα τὸν οἰκεῖον διευθύνουσι βίον, οἱ δὲ τὰ ῥᾷστα ἀντὶ τῶν βελτίστων προαιρούμενοι ἔξω τῆς τούτων εὐθύτητος βαίνουσιν. Τοιγάρτοι τούτων μὲν κατηγορητέον, τοὺς δὲ νόμους ἐπαινετέον. 12.86 Οὐδὲ γὰρ εἴ τις ἄριστος ἰατρὸς ἐπιτάξοι τῷ κάμνοντι τῶν μὲν μεταλαβεῖν, τῶν δὲ μὴ μετασχεῖν παντελῶς, εἶτα ἐκεῖνος, ὀλίγον τῶν ἰατρικῶν ὑποθηκῶν φροντίσας, τῆς θεραπείας προτιμήσοι τὴν ἡδονὴν καὶ τὰ ἀπειρημένα φαγὼν ἢ πιὼν αὐξήσοι τὴν νόσον, τὸν ἰατρὸν ὡς ἐπίβουλον αἰτιώμεθα. Ἐκ γὰρ δὴ τῆς τοῦ κάμνοντος ἀκρασίας, οὐκ ἐκ τῆς τοῦ ξυμβουλεύσαντος προμηθείας ἡ νόσος ηὐξήθη. 12.87 Ταῦτα τοίνυν ξυλλογισάμενοι καὶ ὅσα τούτοις προσόμοια, τὸν μὲν τῶν σωτηρίων νόμων νομοθέτην ὑμνήσατε, αὐτῶν δὲ τῶν νόμων θαυμάσατε τὸ βιωφελὲς καὶ ὀνήσιμον· καὶ οἷον θεωροί τινες τῶν ἀξιεπαίνων ἀγώνων γινόμενοι, τοὺς μὲν τούτων ἀνακηρύξατε φύλακας, κατὰ δὲ τῶν παραβεβηκότων μὴ τὴν ἴσην 12.88 ἐξενέγκητε ψῆφον. Οὐ γὰρ ἴσῳ γε σκοπῷ παραβαίνουσιν ἅπαντες. Πολλὰ γὰρ δὴ καὶ παρὰ γνώμην πλημμελοῦμεν οἱ ἄνθρωποι· καὶ ταῦτα καὶ αὐτοί γε οἱ νόμοι καλοῦσιν ἀκούσια. Καὶ γὰρ δὴ κατὰ κυνός τις ἢ ἄλλου του λίθον ἀκοντίσας, τοῦ μὲν διήμαρτεν, ἄνθρωπον δὲ κατέκτεινε· τοιαῦτα γὰρ δὴ πάθη καὶ Ἡρόδοτος 12.89 ᾄδει. Πολλάκις δέ τις πέλεκυν ἔχων καὶ ξύλα τέμνων κατά τινος παριόντος ἄκων ἠκόντισε τὸν σίδηρον. Τούτοις καὶ τοῖς τοιούτοις, ὡς ἀκουσίοις, ξυγγνώμην οἱ νόμοι προσνέμουσιν. Καὶ τὰ ἑκούσια δὲ οὐ σμικρὰν ἔχει διαφοράν. Οὐδὲ γὰρ ἴσον ὑπό τινος ὀργῆς καὶ θυμοῦ τινα παροξυνόμενον πατάξαι τὸν πέλας καὶ παραπέμψαι τῷ θανάτῳ, οὐ τοῦτο προβουλευσάμενον οὐδὲ ἐπὶ τούτῳ γε παίσαντα, καὶ τὸ ἐξ ἐπιβουλῆς καὶ λόχου καὶ προνοίας τυρεῦσαι τὸν θάνατον· τὸ μὲν γὰρ ἦν ἀκρασίας θυμοῦ, τὸ δὲ πονηρίας ἐσχάτης· καὶ τὸ μὲν οὐχ ὅλον, τὸ δὲ ὅλον τῆς 12.90 γνώμης. Οὕτω καὶ ταῖς τῆς ἡδυπαθείας οὐχ ἅπαντες ὁμοίως οἱ ἄνθρωποι περιπίπτουσιν ἁμαρτίαις· ἀλλ' οἱ μὲν ἥκιστα περιεργαζόμενοι τὰ εὐπρεπῆ τῶν σωμάτων περιπείρονται, ἔσθ' ὅπῃ δὲ καὶ ὁρῶσιν ἐξαπίνης καὶ καταδουλοῦνται τῷ πάθει, τοῦ λογισμοῦ τῆς ἡγεμονίας ἐξισταμένου· οἱ δὲ βίον ἔχουσι τὸ τῇ τοιᾷδε θεωρίᾳ 12.91 τοὺς ὀφθαλμοὺς ἑστιᾶν. Καὶ οἱ μὲν οὐδὲ σιτίων οὐδὲ ποτῶν ἀπολαύουσιν ἀδεῶς, ἡττῶνται δὲ ὅμως παλαίοντες, ἐπειδὴ παλαίειν ἐπιστημόνως οὐ βούλονται· οἱ δὲ ὑπερμαζῶσι καὶ τρυφῶσι καὶ πᾶν εἶδος ἐπινοοῦσι χλιδῆς καὶ τὰς ἄλλας ὀρέξεις διερεθίζουσι παντοδαπαῖς ἐπινοίαις, καὶ μέντοι καὶ σβεννυμένων ἀσχάλλουσιν.