117
Ῥαψάκου βλασφημίας κατηγοροῦσιν ἀμφότεροι, προθεσπίζουσι δὲ καὶ τὸν γεγενημένον τῶν δυσσεβῶν ὄλεθρον. Οὗ δὴ χάριν, καὶ χορείας ἔσχηκεν ἐπιγραφὴν, ἣν ἐποιήσαντο πάντως οἱ τῆς σωτηρίας τετυχηκότες. καὶ τὸν Θεὸν ἀνυμνοῦντες. Καὶ εἰς τὸ τέλος δὲ πρόσκειται διὰ τὸ χρόνῳ ὕστερον εἰληφέναι τὴν προφητείαν τὸ τέλος. [Ταύτην ἔχει τὴν ἔννοιαν διὰ τῆς ἐπιγραφῆς καὶ ὁ παρὼν ψαλμός. Καὶ ἀκούσατε τί φησιν ὁ Προφήτης·] βʹ. "Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, Οὐκ ἔστι Θεός." Οὐ γὰρ μόνον κατὰ τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ κατὰ τοῦ ἀληθῶς ὄντος τὴν γλῶτταν ἐκί νησε λέγων, "Μὴ ἠδυνήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ῥύσασθαι τὴν ἑαυτῶν χώραν ἐκ χειρός μου;" [ἐκεῖ νοι μὲν δῆλον ὅτι οὐκ ἠδύναντο· πῶς γὰρ ἂν ἠδύ ναντο αὐτοὶ μηδὲν ὑπάρχοντες;] ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλήμ; [Βλέπε, παράνομε, πρὸς πηλίκον ὕψος ἀνεσφαίρισας τὴν τοῦ λόγου σου γλῶτταν. Σκλη ρόν σοι πρὸς κέντρα λακτίζειν.] Ποῦ ὁ θεὸς Ἐμὰθ, καὶ ποῦ ὁ θεὸς Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεφαρείμ; [Κἀκεῖνοι μὲν οἱ καλούμενοι παρὰ τῶν ἀφρόνων θεοὶ μικρὰν ὕστερον τῷ ἀλάστορι ἀπηνέγκαντο ψῆφον.] "∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνο μίαις." Αἴτιος, φησὶ, τῆς ἀσεβείας ὁ παράνομος βίος. Ἀδεῶς γὰρ πᾶν ὁτιοῦν δρῶντες, εἰς νοῦν λα βεῖν οὐκ ἐθέλουσι. τὸν ἐφορῶντα Θεὸν, ἀλλὰ πεπεί κασι σφᾶς αὐτοὺς, μηδένα τοῖς τῆς κτίσεως οἴαξιν ἐφεστάναι. "Οὐκ ἔστι ποιῶν ἀγαθόν." Ἅπαντες, φησὶ, τῶν Ἀσσυρίων τὴν πονηρίαν ἠγάπησαν, [Καὶ ὅσοι τὰ ἐκείνων θρησκεύουσιν, ἀφρονοῦσιν· ἐν οἷς ἂν ὦσι τόπων ἢ ἀξιώμασιν ἢ βαθμῶν· μὴ ἐπιλογιζόμενοι, ὅτι] 80.1261 γʹ. "Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τοῦ ἰδεῖν, εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν." Ἀλλ' ὅμως ὁ ἀπιστούμενος παρ' αὐτῶν Θεὸς, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ἐξέτασιν ἠβουλήθη τῶν δρω μένων ποιήσασθαι. δʹ. "Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·" [πάν τες οἱ τῆς ἴσης ἀντεχόμενοι γνώμης·] "οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός." Εὗρε, φησὶν, ἅπαντας τῆς εὐθείας ἐκτραπέντας πορείας, πᾶν δὲ κακίας εἶδος ἀσπασαμένους. εʹ. "Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν." [Τί γνώσονται; ὅτι Θεὸς ἐκδικήσει Κύριος· καὶ τίνες οὗτοι; ∆ιὰ τῶν ἑξῆς ἔφησεν·] "Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου;" [οἱ ἄπιστοι δηλονότι· καὶ τὴν νόσον αὐτῶν σαφέ στερον φανεροῖ, διὰ τοῦ εἰπεῖν·] ʹ. "Τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο." Ἀλλὰ μὴν διὰ τῆς πείρας μαθήσονται τῆς ἀδικίας τὸ ἐπιζήμιον, οἱ καθάπερ ἄρτον τινὰ τὸν ἐμὸν λαὸν ἀναλίσκειν πει ρώμενοι, καὶ τοῦ κηδεμόνος καταφρονοῦντες Θεοῦ. "Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος." Πεφρικέναι γὰρ αὐτοὺς καὶ ἀδημονεῖν ποιήσω, τῶν δεδιττομένων οὐ φαινομένων, ἀλλ' ἀφανῶς ἐπιφερομένης τῆς τιμωρίας. Σημαίνει δὲ διὰ τού των, τὴν διὰ τοῦ ἀγγέλου αὐτοῖς ἐπενεχθεῖσαν πληγήν. "Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπ αρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς." Ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸ, ∆ιεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, οὕτως ἡρμήνευσαν· Ὁ γὰρ Θεὸς διεσκόρπισεν ὀστᾶ παρεμβαλόν των περὶ σέ. [Ἐπέστη γὰρ αὐτῶν ἡ θανατικὴ καὶ πανωλέθριος ψῆφος, καὶ ἅπαντας ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐξηφάνισεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Κατῃσχύνθησαν ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.] ∆ιὰ τοῦτο γὰρ, φησὶ, φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος, ἐπειδὴ ὁ βλασφημηθεὶς ὑπὸ αὐτῶν Θεὸς ἀδί κως αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν αὐτοῦ πόλιν ἰδὼν, ὀλέθρῳ παρέδωκεν, οἰωνοῖς τε καὶ θηρίοις αὐ τοὺς προθήσας βορὰν, καὶ τὰ τούτων ὀστᾶ δι εσκόρπισεν. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸν Ῥαψάκην ἀνθρωπάρεσκον ὀνομάσας, ὃς ἐξ Ἑβραίων φὺς, βλασφήμους λόγους κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἠκόν 80.1264 τισε, ταύτῃ τοὺς Ἀσσυρίους θεραπεύειν οἰόμενος. [ ̔Ως καί τινες ἀφέντες τὸν Θεὸν ὑπ' αὐτοῦ ἐγκατ ελείφθησαν· οἱ κατὰ Ἰουλιανὸν, φημὶ, τὸν Παραβά την τὸν τηνικαῦτα βασιλεύσαντα.] ζʹ. "Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσ ραήλ;" Ὁ ταύτην ἡμῖν, φησὶ, τὴν ἡδονὴν χαρι σάμενος, οὗτος καὶ τοῖς ἤδη γεγενημένοις αἰχμ αλώτοις