117
μηδαμῶς ἀθυμῶμεν, κἂν σωματικῶς ὑπὸ τοῦ κόσμου χωριζώμεθα, κἂν εἰς ἐρήμους τόπους καὶ ἀοικήτους περιοριζώμεθα, κἂν θλιβώμεθα, κἂν ὑστερούμεθα, κἂν κατακλειώμεθα· ὅσον τὰ πάθη καταλέγονται, τοσοῦτον οἱ στέφανοι πληθύνονται. τίς ἆρα ἄξιος καὶ μελοκοπηθῆναι ὑπὲρ θεοῦ καὶ ἀποθανεῖν; συμμορφωθήσεται γὰρ περισσοτέρως τῷ Χριστῷ. Ταῦτα ἴσθι, ἐν τούτοις σου ἡ μελέτη, ἡ εὐθυμία, ἡ χαρὰ καὶ ὁ στέφανος. τὰς ἔνδον τῆς ἐπιστολῆς σου ἐπιστολὰς ἀπόδος κατ' ὄνομα. ἄσπασαι τὸ ˉδ, τὸ ˉλ, τὸν Ἰγνάτιον, τὴν ποθητήν μοι συνοδίαν σου, πάντας τοὺς φυλάττοντας μυστήριον. οἱ σὺν ἐμοὶ τρεῖς πλεῖστά σε προσαγορεύουσι σὺν τοῖς τῆς συνοδίας σου. ὁ Κύριος μετὰ τοῦ πνεύματός σου, τέκνον μου ὑπεραγαπώμενον. 147 {1Ἡγουμένῃ}1 Ἐπιδὼν τὴν δύναμιν τῶν τιμίων σου γραμμάτων ὅση καὶ ἡλίκη πρὸς τὴν ἐμὴν ταπείνωσιν ἐξ ἄκρας σου ταπεινοφροσύνης καὶ κατανύξεως, ἐκεῖνό μοι ἐπῆλθεν εἰπεῖν, εἰ καὶ τολμηρόν, ὅ φησιν ὁ Χριστός· ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς ἐπίστευσας. καὶ γὰρ ἡ τοῦ δεχομένου πίστις ἐστὶ δοκιμαζομένη παρὰ θεῷ, καθ' ἣν καὶ δίδωσι τὰ αἰτήματα, κἂν πρὸς ἀνάξιον ἀναφέρωνται. αὐτὴν μὲν οὖν ταύτην τὴν συντετριμμένην σου προσφώνησίν τε καὶ πρόσπτωσιν δικαίως ἄν τις ἐπαινέσειέν τε καὶ δικαιώσειεν· δίκαιος γάρ, φησίν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίαις. καὶ αὖθις ὁ Χριστός, ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ἐπειδὴ δὲ καὶ βίον εἵλου μοναδικόν, ἀντηλλάξασα τῶν φθειρομένων τὰ ἀΐδια, χαῖρε ἐπὶ τῇ καλῇ εὐβουλίᾳ σου, ἰχνηλατοῦσα καὶ ὀρεγομένη ἀεὶ τὰς εἰς βασιλείαν οὐρανῶν φερούσας τρίβους διὰ τῆς ἀναλήψεως τῶν θεοποιῶν ἀρετῶν, δι' ὧν προσγέγονε τοῖς ἁγίοις πατράσιν ἡ εἰς θεὸν ἄνοδος. δυνατὸν δὲ πᾶσαν ἡμέραν ἡμᾶς βελτιοῦσθαι καὶ μεταστοιχειοῦν ἑαυτοὺς εἰς τὰ κρείττονα. Ἐπὶ τούτοις οὖν μοι ὁ πρῶτος λόγος. ἡμεῖς δὲ τί σοι προσαγάγοιμεν ἐπάξιον ἀνθ' ὧν ἐκ πεποιθήσεως περιπόνως λίαν ἔσχες πρὸς τὴν εὐτέλειαν ἡμῶν, ὥστε μακαρίζειν τοὺς ξενίζοντας ἡμᾶς καὶ σαυτὴν ταλανίζειν; οὔπω μέγα τῶν ὑποδεξαμένων οἷον τὸ σόν· οἱ μὲν γὰρ ἄγχου καὶ ἐξ ἑτοίμου τροφοδοτοῦσι, σὺ δὲ πόρρωθεν ὅτι μάλιστα διισταμένη τῷ τῆς συμπαθείας πτερῷ προφθάζεις τρέφουσα, πιαίνουσα, θάλπουσα, πῇ μὲν ἀπὸ Λαοδικείας ταῖς προσταγαῖς (εἴληφα γάρ), πῇ δὲ ἀπὸ Βιθυνίας ταῖς ἀποστολαῖς. οὕτως ἡμᾶς κατὰ κράτος ἐξέστησας πᾶσαν τὴν ἔκστασιν ταύτην, τῆς Σουμανίτιδος πλεονάζουσα μικροῦ δεῖν κατὰ χάριν, κἂν ἡ μὲν προφήτην, ἡ δὲ ἀνομίτην ξενίζουσα. εἰ δὲ δεῖ προσθεῖναι τῇ ἐξεικονίσει καὶ λόγον, ἕξεις ἐν γαστρὶ διανοίας μάλα τὸν τοῦ θεοῦ φόβον, καὶ ὠδινήσειας τὸν οὐράνιον ἔρωτα καὶ τέξειας πνεῦμα σωτηρίας σου πληρεστάτης. Ὁρᾷς οἵας φωνὰς ἀναλέγομαι, μὴ ἔχων ὅπως ἀμείψομαί σοι τὰ γέρα; τί δὲ ἡμῶν ἀποθαυμάζεις τὸν λόγον, ἠγροικισμένον ὄντα καὶ ἐρραψῳδημένον τῆς ἀγάπης τὸ πάθος; μακρὰν ἡμεῖς οἱ ἁμαρτωλοὶ οἷς παραβάλλεις ἢ ὁ οὐρανὸς ἀπὸ τῆς γῆς ἔργῳ καὶ λόγῳ· εἰ δὲ τὰ λογύδρια ἡμῶν ἀρεστά σοι, χρῶ αὐτοῖς, εἰς δ' ἄλλους μὴ ὕψου. τὸν κύριόν μου τὸν σπαθάριον καλῶς ἐκθειάζεις (κάλλιστος γάρ ἐστιν), ὃν καὶ προσαγορεύω πλεῖστα, ἐπεὶ καὶ τοὺς αὐτοῦ κλάδους, ἐκ ῥίζης ἀγαθῆς ἀνατεθηλότας. ὁ θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ. 148 {1Θεοδώρῳ σπαθαρίῳ}1 Τὴν ἐπιστολὴν ἄρτι εἰμὶ χαράττων τῇ εὐσεβείᾳ σου, ὅτε τὴν φάσιν ἐδεξάμην παρὰ τοῦ ἐπιφοιτήσαντος βασιλικοῦ τῆς μεθορίσεως ἤγουν ἐξορίας ἡμῶν τῶν ταπεινῶν· καὶ ὅσον μὲν πρὸς τὴν ἐπίτασιν ὤκνουν τοῦ γράφειν, ὅσον δὲ πρὸς τὸν πόθον ἐκίνουν τὴν γραφίδα. καί γε νενίκηκεν ὁ πόθος τὸν τρόπον· ἔχει γὰρ ἐπὶ χεῖρας ἡ μεγαλωσύνη σου τὸ γραμματεῖον, ὁμοῦ μὲν προσηγορίαν φιλικὴν ἔχον, ὁμοῦ δὲ ἀπολογίαν εὐχαριστίας φέρον χάριν τῶν δωρεῶν, ὧν εἴληφα παρὰ τῆς φιλοθέου ὑμῶν δεξιᾶς. συλλαμβάνω γὰρ καὶ τὸ τίμιον πρόσωπον τῆς κυρίας τῆς πενθερᾶς, ἧς πολλὴν ἔγνων τὴν εἰς ἐμὲ τὸν ἁμαρτωλὸν προαίρεσιν. ἀμφοτέρους οὖν περιφυλάξειεν ὁ Κύριος ἀσινεῖς καὶ εὐθηνουμένους εἰς τὰ πρὸς Κύριον· τὰ γὰρ κατὰ βίον κεχάρισται ὑμῖν. ἥσθην δὲ