1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

117

Σοφίᾳ, ἡ εὐσεβεστάτη αὐγούστα, τούς τε ἀργυροπράτας καὶ σημαδαρίους ἐκέλευσεν ἐνεχθῆναι τὰς ὁμολογίας τῶν χρεωστούτων καὶ τὰ σημάδια· καὶ ἐντυχοῦσα αὐτοῖς ἔλαβε τὰ σημάδια παρασχομένη αὐτὰ τοῖς χρεωστοῦσι καὶ ἀπέδωκεν αὐτὰ τοῖς ἰδίοις δεσπόταις· καὶ μεγάλως εὐφημίσθη ἐπὶ τούτῳ ὑπὸ πάσης τῆς πόλεως. Εὐστόχιος δὲ ἀπελθὼν εἰς Ἱεροσόλυμα μίσει τῷ πρὸς Ἀπολινάριον καὶ Ἀγάθωνα καὶ Μακάριον τοὺς τῆς νέας λαύρας μοναχοὺς ἐξέβαλεν ὡς Ὠριγενιστάς· καὶ διὰ τοῦτο ἐξεβλήθη· καὶ πάλιν ἀπεκατέστη Μακάριος εἰς τὸν ἴδιον θρόνον. 243 Ἱεροσολύμων ἐπίσκοπος Μακάριος πάλιν ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. δʹ. μδʹ. ηʹ. δʹ. αʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἱπποδρομίας ἐπιτελεσθείσης, καὶ φιλονεικούτων τῶν μερῶν πρὸς ἀλλήλους, ἔπεμψε μανδάτα εἰς ἑκάτερα τὰ μέρη ὁ βασιλεὺς λέγων εἰς μὲν τοὺς Βενέτους, ὅτι "Ἰουστινιανὸς ὁ βασιλεὺς παρ' ὑμῖν ἐτελεύτησεν," εἰς δὲ τοὺς Πρασίνους, ὅτι "Ἰουστινιανὸς ὁ βασιλεὺς παρ' ὑμῖν ζῇ·" καὶ ἀκούσαντα τὰ μέρη ἐσίγησαν καὶ οὐκέτι ἐφιλονείκησαν. Τῷ δ' αὐτῷ ἔτει ἤρξατο κτίζειν τὸ παλάτιον τῶν Σοφιανῶν ἐπ' ὀνόματι τῆς αὐτοῦ γυναικὸς Σοφίας, προφάσει τοῦ ἐκεῖσε ταφῆναι Ἰοῦστον τὸν υἱὸν αὐτοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτόν, ἔτι κουροπαλάτου ὄντος αὐτοῦ, ἐν τῷ οἴκῳ τοῦ ἀρχαγγέλου τῶν ἐκεῖσε, κοσμήσας αὐτὸ ὑπὸ διαφόρων πολυτίμων μαρμάρων. Ῥώμης ἐπίσκοπος Βενέδικτος ἔτη [εʹ]. εʹ. μεʹ. [αʹ.] εʹ. βʹ. βʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς ἤρξατο κτίζειν τὸ παλάτιον τὸ δεύτερον ἐν τῷ προαστείῳ αὐτοῦ, ὃ εἶχε πρὸ τοῦ βασιλεῦσαι αὐτόν. ὁμοίως δὲ καὶ ἐν τῇ νήσῳ τῆς Πριγκίπου καὶ αὐτῷ ὄντι προαστείῳ αὐτοῦ ἐν τῷ λιμένι, καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων Ἀναργύρων ἐν τοῖς ∆αρείου. ἀπεκατέστησε δὲ καὶ τὸ λουτρὸν τοῦ Ταύρου τὸ δημόσιον καὶ ἐπωνόμασεν αὐτὸ Σοφιανὰς ἐπ' ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας. Τῷ δ' αὐτῷ ἔτει Ἀναστάσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας ὁ μέγας,καθαψάμενος ἐν τοῖς ἀντιγράφοις τῶν συνοδικῶν Ἰωάννου τοῦ Κωνσταντινουπόλεως, τοῦ χειροτονήσαντος Ἰωάννην τὸν Ἀλεξανδρείας, καὶ τούτου χειροτονηθέντος ἐξεβλήθη τῆς ἰδίας ἐπισκοπῆς κατὰ ἀγανάκτησιν Ἰουστίνου, καὶ ἐχειροτονήθη Γρηγόριος, μοναχὸς καὶ ἀποκρισιάριος τῆς μονῆς τῶν Βυζαντίων. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ϛʹ. μϛʹ. [βʹ.] ϛʹ. γʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει Ναρσῆς, ὁ κουβικουλάριος καὶ πρωτοσπαθάριος, 244 ὁ ἀγαπητὸς τοῦ βασιλέως Ἰουστίνου, εἰς ὃν καὶ ἐλοιδορεῖτο, ἔκτισε τὴν οἰκίαν Ναρσοῦ καὶ τὴν μονὴν τῶν Καθαρῶν. ἀκούσας δὲ Ἰουστῖνος ὁ βασιλεὺς περὶ τοῦ ἀνεψιοῦ αὐτοῦ, ὃν εἶχεν ἐν Ἀλεξανδρείᾳ αὐγουστάλιον, ὅτι συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας ἀπεκεφάλισεν αὐτόν. ζʹ. μζʹ. [γʹ.] ζʹ. δʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν Ἰουστῖνος τὴν ἐκκλησίαν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ, καὶ τῶν ἁγίων ἀποστόλων ἐν τῷ Τρικόγχῳ, τὴν καεῖσαν ἐπὶ Ζήνωνος τοῦ βασιλέως. προσέθηκε δὲ καὶ εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Βλαχερνῶν τὰς δύο ἀψῖδας, τῆς τε ἄρκτου καὶ μεσημβρίας, ἐν τῷ μεγάλῳ ναῷ καὶ ἐποίησε τὴν ἐκκλησίαν κατὰ σταυρίου. Τῷ δ' αὐτῷ ἔτει Ῥωμαῖοί τε καὶ Πέρσαι τὴν εἰρήνην διέφθειραν, καὶ πάλιν ὁ Περσικὸς ἀνεκαινίσθη πόλεμος διὰ τὸ πρεσβεῦσαι τοὺς Ὁμηρίτας Ἰνδοὺς πρὸς Ῥωμαίους, καὶ ἀποστεῖλαι τὸν βασιλέαἸουλιανὸν τὸν μαγιστριανὸν μετὰ σάκρας πρὸς Ἀρέθαν, τὸν βασιλέα τῶν Αἰθιόπων, διὰ τοῦ Νείλου ποταμοῦ ἀπὸ Ἀλεξανδρείας καὶ τῆς Ἰνδικῆς θαλάσσης· καὶ ἀπεδέχθη παρὰ τῷ βασιλεῖ Ἀρέθᾳ μετὰ χαρᾶς πολλῆς ὡς ἐφιεμένῳ τὴν φιλίαν τοῦ βασιλέως Ῥωμαίων. ἐξηγεῖτο δὲ ἐπανελθὼν ὁ αὐτὸς Ἰουλιανός, ὅτι, ὅτε ἐδέξατο αὐτόν, γυμνὸς ἦν ὁ βασιλεὺς Ἀρέθας, καὶ κατὰ τοῦ ζώσματος αὐτοῦ εἶχεν εἰς τὰς ψύας αὐτοῦ λινόχρυσα ἱμάτια· κατὰ δὲ τῆς γαστρὸς ἐφόρει σχιστὰ διὰ μαργαριτῶν τιμίων, καὶ ἐν τοῖς βραχίοσιν ἀνὰ πέντε κλαβίων, καὶ χρυσᾶ ψέλια εἰς τὰς χεῖρας αὐτοῦ· ἐν δὲ τῇ κεφαλῇ αὐτοῦ λινόχρυσον φακιόλιν ἐσφενδονισμένον, ἔχον ἐξ ἀμφοτέρων τῶν δεσμῶν σειρὰς τέσσαρας, καὶ μανιάκην