1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

118

αἱ νῆές σου.» Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν, καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι «Oὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος.» Oὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ κύνες οἱ οὐ δυνάμενοι ὑλακτεῖν, οἳ νῦν μὲν εἰσὶν ὀλίγοι, προκόψαντος δὲ τοῦ χρόνου καὶ τῆς συντε λείας ἐγγιζούσης πλείονες καὶ χαλεπώτεροι ἔσονται, περὶ ὧν ὁ Κύριος ἔλεγεν, ὅτι «Ἀρα ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καί· «∆ιὰ τὸ πλη θυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα ἐν τῷ οὐρανῷ, ὥστε εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς ἀπατῆσαι.» Ὣν τῆς πλάνης ῥύσεται ἡμᾶς Κύριος ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν. Καὶ γὰρ καὶ ἡμεῖς, διερχόμενοι τὰ ἔθνη καὶ ἐπιστη ρίζοντες τὰς Ἐκκλησίας, τοὺς μὲν ἐν πολλῇ νουθεσίᾳ καὶ λόγῳ ἰατικῷ ὑγιάσαντες ἐπανηγάγομεν μέλλοντας ὅσον οὐδέπω θνήσκειν ἀπάτῃ, τοὺς δὲ ἀνιάτως ἔχοντας ἐξεβά λομεν τῆς ποίμνης, ἵνα μὴ ψωραλέας νόσου μεταδῶσιν καὶ τοῖς ὑγιαίνουσιν ἀρνίοις, ἀλλὰ καθαρὰ καὶ ἄχραντα, ὑγιῆ καὶ ἄσπιλα διαμείνῃ Κυρίῳ τῷ Θεῷ. Καὶ ταῦτα κατὰ πόλιν πανταχοῦ εἰς ὅλην τὴν οἰκουμένην τοῦ κόσμου πεποιή καμεν, καταλιπόντες ὑμῖν τοῖς ἐπισκόποις καὶ τοῖς λοιποῖς ἱερεῦσιν τήνδε τὴν καθολικὴν διδασκαλίαν ἀξίως καὶ δικαίως εἰς μνημόσυνον ἐπιστηρισμοῦ τοῖς πεπιστευκόσι Θεῷ, διαπεμψάμενοι διὰ τοῦ συλλειτουργοῦ ἡμῶν Κλήμεντος τοῦ πιστοτάτου καὶ ὁμοψύχου τέκνου ἡμῶν ἐν Κυρίῳ, ἅμα καὶ Βαρνάβᾳ καὶ Τιμοθέῳ τῷ ποθεινοτάτῳ υἱῷ καὶ Μάρκῳ τῷ γνησίῳ, σὺν οἷς καὶ Τίτον ὑμῖν γνωρίζομεν καὶ Λουκᾶν, Ἰάσωνά τε καὶ Λούκιον καὶ Σωσίπατρον. ∆ι' ὧν καὶ παρακαλοῦμεν ὑμᾶς ἐν Κυρίῳ, ἀπέ χεσθαι παλαιᾶς συνηθείας καὶ δεσμῶν ματαίων, ἀφορισμῶν, παρατηρήσεων, βρωμάτων διορισμοῦ, βαπτισμάτων καθη μερινῶν· «Τὰ ἀρχαῖα γὰρ παρῆλθεν, ἰδοὺ γέγονεν καινὰ τὰ πάντα.» Γνόντες γὰρ Θεὸν διὰ Ἰησοῦ Χριστοῦ καὶ τὴν σύμπασαν αὐτοῦ οἰκονομίαν ἀρχῆθεν γεγενημένην, ὅτι δέδωκεν νόμον ἁπλοῦν εἰς βοήθειαν τοῦ φυσικοῦ, καθαρόν, σωτήριον, ἅγιον, ἐν ᾧ καὶ τὸ ἴδιον ὄνομα ἐγκατέ θετο, τέλειον, ἀνελλειπῆ, δέκα λογίων πλήρη, ἄμωμον, ἐπιστρέφοντα ψυχάς, οὗπερ καὶ ἐπιλαθομένους Ἑβραίους ὑπομιμνήσκει διὰ Μαλαχίου τοῦ προφήτου λέγων· «Μνή σθητε νόμου Μωϋσῆ, ἀνθρώπου τοῦ Θεοῦ, ὃς ἐνετείλατο