Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χριστῷ. Προσίεται δὲ καὶ λίαν ἀσμένως, ἐπιμαρτυροῦντος ἡμῖν τὴν πρὸς ἑαυτὸν οἰκειότητα τοῦ Υἱοῦ, ἀγάπης τε οὕτως ἡμᾶς ἀξιοῖ, καλεῖ πρὸς ἕνωσιν, δῆλον δὲ ὅτι τὴν νοητὴν καὶ ἐν πνεύματι. Τύπος δ' ἂν γένοιτο καὶ μάλα σαφὴς, φίλημα μὲν ἀγάπης, ἑνώσεως δὲ περίληψις ἤτοι περιπλοκή. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων τοῖς εἰς Χριστὸν πιστεύσασιν, ὁτὲ μὲν, ὅτι Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς, προσκομίζοντος δηλονότι τοῦ Χριστοῦ, ὁτὲ δὲ αὖ, Νυνὶ δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ. Ἐποπτείας γὰρ ἀξιοῖ, καὶ ἐπιγινώσκει μόνους ὁ Θεὸς καὶ Πατὴρ τοὺς πνευματικὴν ἔχοντας οἰκειότητα πρὸς τὸν Υἱὸν, καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν ὑπ' αὐτῷ τε καὶ δι' αὐτοῦ πλουτήσαντας. Καθάπερ ἀμέλει καὶ ἐν Αἰγύπτῳ τοὺς τῷ αἵματι τοῦ ἀμνοῦ καταχριομένους, γνωρίμους ἐποιεῖτο λέγων· Καὶ ὅψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι ὑμᾶς, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ. Εὔθυμος δὲ λίαν γεγονὼς ὁ Ἰακὼβ πρὸς τὸν υἱὸν, τουτέστι, τὸν Ἰωσὴφ, ἔφη· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ 69.333 ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Ὅσον μὲν γὰρ ἧκεν εἰς Ἰουδαίους, ὁ Πατὴρ ἐστέρηται τοῦ Υἱοῦ. Οἰηθέντες γὰρ ὅτι κάτοχος ἔσται ταῖς τοῦ ᾅδου πύλαις, καὶ τοῖς ἄλλοις ὁμοῦ κείσεται νεκρὸς, θανάτῳ περιβεβλήκασιν. Ἀλλ' οὐκ ἐνεδέχετο θανάτῳ περιβεβλῆσθαι τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀνεβίω, καὶ πάλιν αὐτὸν ὁ Πατὴρ τεθέαται, καὶ τὸ ἐξ αὐτοῦ δὲ καὶ ἐν αὐτῷ γένος, δῆλον δὲ ὅτι τοὺς πιστεύσαντας, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, τὸν εἰς περιποίησιν λαόν. Οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐπιγάννυται, λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ προσεκόμιζε μὲν Ἰωσὴφ τῷ πατρί· οἱ δὲ προσεκύνουν. Εἶτα τοῦ μὲν Μανασσῆ, ὃς ἦν πρωτότοκος, ἑστῶτος εἰς δεξιὸν, τοῦ δὲ νεωτάτου Ἐφραῒμ εἰς εὐώνυμον· παραλλάξας αὐτοῖς τὰς χεῖρας ἔθηκεν ὁ Ἰακὼβ, καὶ τὸν μὲν Ἐφραῒμ τῇ τῆς δεξιᾶς τετίμηκεν ἐπιθέσει, δευτερείων δὲ ἤδη ὥσπερ ἠξίου τὸν Μανασσῆ, χεῖρα δοὺς αὐτῷ τὴν εὐώνυμον, οὕτω τε τῆς εἰς αὐτοὺς εὐλογίας ἄρχεται. Εἰσδεδέγμεθα γὰρ εἰς προσκυνητὰς οἵ τε πρῶτοι, καὶ μετ' ἐκείνους λαοὶ, προσκομιζόντων ἡμᾶς οὐ Μωσέως οὐ προφητῶν· ἀργότερος γὰρ εἰς σωτηρίαν ὁ νόμος· ἀλλ' αὐτοῦ τοῦ Υἱοῦ· ∆ι' αὐτοῦ γὰρ, ὡς ἔφην, τὴν προσαγωγὴν ἐσχήκαμεν. Καὶ ἦν μὲν αὐτῷ σκοπὸς τῆς ἐξ ἐθνῶν ἀγέλης προτάξαι τὸν Ἰσραήλ. Εἰς δεξιὸν γὰρ ἔστη τὸν Μανασσῆ τοῦ πατρὸς ὁ Ἰωσήφ. Ἐπειδὴ δὲ πέρα λόγου δεδυσσεβήκασιν εἰς αὐτὸν, προτετίμηκεν ὁ Πατὴρ τοὺς ἐν χρόνῳ δευτέρους, τουτέστι τὰ ἔθνη, Καὶ γεγόνασι μὲν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Ηὐλόγηκε δὲ Ἰακὼβ τὰ μειράκια, Θεὸν ὀνομάζων τὸν τρέφοντα καὶ ἄγγελον τὸν ῥυόμενον αὐτὸν, τῷ Θεῷ καὶ Πατρὶ συνάπτων εἰς ἅπαν τὸν Υἱὸν, ὃς καὶ διὰ φωνῆς προφητῶν μεγάλης βουλῆς Ἄγγελος ὀνομάζεται. Οὐκοῦν πᾶσα χάρις, καὶ ἁπάσης εἰς ἡμᾶς εὐλογίας καὶ ἐπικουρίας τρόπος, γένοιτ' ἂν οὐχ ἑτέρως, πλὴν ὅτι δι' Υἱοῦ παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ καὶ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἀσχάλλει γε μὴν ὁ θεσπέσιος Ἰωσὴφ κατόπιν ὥσπερ τοῦ νέου τεθειμένον ἰδὼν τὸν πρωτότοκον. Εἶτα τοῦ μυστηρίου τὴν δύναμιν διεσάφησεν ὁ πατὴρ λέγων· Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Εἶτα μεθ' ἕτερα, Καὶ ἔθηκε, φησὶ, τὸν Ἐφραῒμ ἔμπροσθε τοῦ Μανασσῆ. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ δοκοῦν τῷ Χριστῷ, οὐκ ἂν ἀπώλισθε τῆς οἰκείας δόξης ὁ Ἰσραήλ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐπειδὴ δὲ πεπώρωται, κατὰ τὸ γεγραμμένον, καὶ τὴν τοῦ καλοῦντος εἰς σωτηρίαν κλῆσιν περιυβρίζων μεμένηκεν ἀπειθὴς, τέθειται πρὸς εὐώνυμον, τὸ μεῖον ἔχων ἐν δόξῃ. Καὶ εὐλογεῖται μὲν καὶ ὑψοῦται καὶ αὐτὸς, ὡς ἔν γε τῷ σεσωσμένῳ μέρει· καὶ τοῦτό ἐστι τὸ κατάλειμμα, κατὰ τὴν τοῦ 69.336 προφήτου φωνήν· ὑπέρκειται δὲ λίαν ὁ ἐξ ἐθνῶν, καὶ εἰς συναγωγὰς λαῶν κατευρύνεται, καὶ μείζων