118
τῆς ἀγαλλιάσεως ἐλαίῳ· ὃς καὶ λαβὼν ποτὲ μετὰ χεῖρας τὸν Ἡσαίαν καθ' ὃν καὶ ἐνηνθρωπήκει χρόνον, ἀναγνούς τε τὴν προκειμένην περικοπὴν, πτύξας τὸ βιβλίον, φησὶ, σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη, αὐτὸς γὰρ ἦν ὡς ἀληθῶς ὁ ἀπὸ τοῦ Πατρὸς ἀποσταλεὶς, εὐαγγελίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν τοῖς τῷ πνεύματι πτωχοῖς, πρὸς οὓς καὶ ἔφασκεν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ ἰᾶσθαι τοὺς τὴν καρδίαν συντετριμμένους, περὶ ὧν εἴρηται, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Πρὸς τούτοις δὲ καὶ κηρῦξαι ἄφεσιν ἁμαρτιῶν ἐλήλυθεν τοῖς ὑπὸ τῶν τοῦ νοητῶν τοῦ Ναβουχοδονόσορ αἰχμαλώτοις ἄφεσιν (sic) πάλαι γεγενημένοις· διὸ καὶ θάρρων ἔλεγε τῷ παραλυτικῷ, τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι· ἀλλὰ καὶ τοῖς τῆς διανοίας ὀφθαλμοὺς βεβλαμμένοις, καὶ ὑπὸ τῶν νοητῶν ἀλλοφύλων καὶ Βαβυλωνίων ὁμοίως τῷ Σαμψὼν καὶ τῷ Σεδεκίᾳ ἐκτυφλωθεῖσιν, ἀνάβλεψιν ἐλήλυθε παρέξων· ἐν μέρει δὲ τῶν ὑπ' αὐτοῦ θεραπευομένων ἦσαν καὶ οἱ σωματικοὶ τυφλοὶ, οὓς ἀναβλέψαι πεποίηκε πιστεύσαντας εἰς αὐτὸν, καὶ μετὰ βοῆς εἰρηκότας, 230 ἐλέησον ἡμᾶς, υἱὲ ∆αυίδ· οὗτος δέ ἐστιν ὁ καλέσας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου, ὃν ἐκήρυξεν μετὰ τὴν εἰς τὸ δεσμωτήριον τοῦ Ἰωάννου κάθειρξιν, καὶ ὁ διδάξας τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τὰ περὶ τῆς ἡμετέρας κρίσεως, ἐν ᾗ ἑκάστῳ τῶν πεπραγμένων ἡ κατ' ἀξίαν ἀποδοθήσεται δίκη. Πρὸς τούτοις δ' ἐλήλυθεν παρακαλέσαι τοὺς πενθοῦντας τὸ κατὰ Θεὸν ἐπαινετὸν πένθος· οἷς καὶ μακαρισμὸν ἐπήγγελται εἰπὼν, Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Ἦλθεν δὲ ἐπὶ τούτοις καὶ ὑπὲρ τοῦ δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν. Τίνες δ' ἂν εἶεν καὶ οὗτοι, ἢ οἱ τὴν ἑαυτῶν πατρίδα ζητοῦντες, καὶ τῆς ἐπουρανίου πόλεως εἰσαεὶ τὴν μνήμην ἀναζωπυροῦντες· οἷος ἦν ἐκεῖνος, ὃς πάροικον καὶ παρεπίδημον ἐπὶ τῆς γῆς ἑαυτὸν ἐπιστάμενος, καὶ τὸ οἴμοι ἀνοιμώζων, ὅτι ἡ παροικία μου ἐμακρύνθη· ἔτι τε οἱ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος κλαίοντες ἐν τῷ μνησθῆναι αὐτοὺς τῆς Σιών· τούτοις γὰρ οὖν ὁ Χριστὸς τοῦ Θεοῦ πληρῶν ἣν τοῖς πενθοῦσι ὑπέσχετο παράκλησιν, δόξαν ἀποδώσει ἀπαλλαγεῖσι τοῦ πένθους, καὶ ἀντὶ τῆς σποδοῦ ἧς ἐκονίσαντο κατὰ τὸν ἐνταῦθα βίον πενθήσαντες, ἄλειμμα εὐφροσύνης παρέξει, χρίων καὶ αὐτοὺς ἐλαίῳ ἀγαλλιάσεως, ἵνα γένωνται τῆς αὐτοῦ μέτοχοι χρίσεώς τε καὶ βασιλείας, ὥστε καὶ αὐτοὺς εἰπεῖν, μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ἔτι πρὸς τούτοις δώσειν ὁ Χριστὸς τοῖς πενθοῦσι Σιὼν προφητεύεται καταστολὴν δόξης, ἀντὶ τοῦ πνεύματος τῆς ἀκηδίας, ἐπὶ εὶ τοῖς τοῦ βίου πράγμασιν ἠκηδίασαν, ὥσπερ δυσαρεστούμενοι ταῖς τῶν ἀνθρώπων πράξεσι· 231 καὶ ταύτῃ μάλιστα πενθοῦντες, οὐ μόνον διὰ τὸ πόρρωθεν θεωρεῖν τὰς τοῦ Θεοῦ ἐπαγγελίας, ἀλλὰ καὶ διὰ τὸ συμπαθὲς καὶ φιλάνθρωπον συμπάσχοντες καὶ συναλγοῦντες τοῖς ἀσθενοῦσιν ἑαυτῶν μέλεσι, καὶ μονονουχὶ βοῶντες τῇ τοῦ ἀποστόλου διαθέσει, τῷ, τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ψ. ΛΒʹ. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατέλλει, οὕτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ψυχὴ, περὶ ἧς ἔλεγεν τὸ, περίλυπός ἐστιν ἡ ψυχή μου, καὶ τὸ, νῦν ἡ ψυχή μου τετάρακται, ἐπ' οὐδενὶ τῶν γενητῶν ἀγαλλιᾷ καὶ εὐφραίνεται, ἢ ἐπὶ μόνῳ τῷ Πατρὶ καὶ Κυρίῳ· ἐνέδυσε γάρ τοι αὐτὸν τὸ τῆς θεότητος ἱμάτιον, καὶ τὸν τῆς ἀληθοῦς καὶ τελείας εὐφροσύνης χιτῶνα· ἀλλὰ καὶ ἡ ὁ μὲν νυμφίος ὑπῆρχεν τῆς μὴ ἐχούσης σπίλον ἢ ῥυτίδα νύμφης ἐκκλησίας, ὡς νυμφίῳ μίτραν αὐτῇ ῷ περιέθηκεν, ἡ δὲ νύμφη τῆς ἀνωτάτω τοῦ ψόγου θεότητος, ἣν ὡς νύμφην αὐτὴν κατεκόσμησε τῷ πρέποντι πνεύματι Κυρίῳ ου