1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

118

ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων 5.34.17 ταῦτα τὰ θρέμματα. ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάν τεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν' ᾖ ὥσπερ χρηστήριον ∆ελφικὸν οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ' ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.» Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος· 5.35.1 λγʹ.

ΟΤΙ ΚΑΙ ΤΟΥΣ ΤΥΡΑΝΝΟΥΣ ΕΚΟΛΑΚΕΥΟΝ

«Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου· οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, 5.35.2 καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελῴων πόλει τεύξας. πῶς δ' εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῳ; ὥστ' ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν· εὐδαίμων Φάλαρις καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας. 5.35.3 ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκεν· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ' ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη· ἀλλ' εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή.» Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· 5.36.1 λδʹ.

ΟΤΙ ΚΑΙ ΤΗΝ ΑΨΥΧΟΝ ΥΛΗΝ ΣΕΒΕΙΝ ΠΡΟΣΕΤΑΤΤΟΝ

«Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται φαλληνὸν τιμῶσι ∆ιωνύσοιο κάρηνον. διὰ τί; θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον «φαλληνοῖς ∆ιωνύσοιο καρήνοις», ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς ∆ιονύσοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις 5.36.2 θεοῖς. «τρὶς γὰρ» ὡς ἀληθῶς «μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ» οὐκ «ἀθάνατοι», ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ «ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων», οὐκ ἂν τοσοῦτος ἤρθη ὁ λῆρος, ὥστε ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, «ὅθι 5.36.3 φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί». καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ οὐδ' ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθεν παρανοίας ὡς ἐλάϊνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς εἰ βούλει καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρω ποι καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες οὐδ' εἰς τὴν γῆν ἔξω ἐκβαλόντες 5.36.4 αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν ∆ιόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. ἀλλ' ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμός Ἄπολλον, ξένου κατασκευάσματος!· τί ποτ' οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ τὸν ∆ία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι οὐ γὰρ φήσω ὅτι καὶ θεοί ἐγκυρήσαντες αὐτῷ οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται κἄπειτα εἰς ἄστυ ἀναγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ' αὐτὴν ἐπέρρωσέν τε καὶ προσεπέτεινεν θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ ∆ελφῶν μετάπεμπτος ἐπιθήκη.» 5.36.5 Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ' ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ