118
λέγει τὸν υἱὸν Ἰωακεὶμ Ἰωαχεὶμ τὸν καὶ Ἰεχονίανμετὰ τὸν πατέρα κρατήσαντα μετοικισθῆναι εἰς Βαβυλῶνα σὺν τοῖς λοιποῖς, ὡς πρόκειται. τὸν δὲ ∆ανιὴλ καὶ τοὺς τρεῖς παῖδας τῆς παρούσης αἰχμαλωσίας λέγει. τοῦτον δὲ λέγει καὶ τῆς Σωσάννης ἄνδρα εἶναι· καὶ πιθανὸς ὁ λόγος. Τὴν δὲ Σωσάνναν Χελκίου τοῦ ἀρχιερέως εἶναι θυγατέρα βεβαιοῦνται τοῦ εὑρόντος ἐπὶ Ἰωσίου τὸ βιβλίον. ταύτης ἀδελφὸς Ἱερεμίας, ὥς φησι, καὶ εἰκότως. ἐκ τούτων λέγει γεννηθῆναι τὸν Ἰεχονίαν, οὗ μέμνηται ὁ θεῖος εὐαγγελιστὴς Ματθαῖος. τοῦ δὲ Ἰεχονίου υἱόν φησι τὸν Σαλαθιήλ, καὶ τοῦ Σαλαθιὴλ τὸν Ζοροβάβελ, καὶ οὕτω τὴν γενεαλογίαν τοῦ σωτῆρος ἐκ τῆς ἱερατικῆς καὶ βασιλικῆς κατάγεσθαι φυλῆς μέχρι Ἰωσὴφ τοῦ δικαίου καὶ τῆς ἁγίας παρθένου καὶ θεοτόκου. ἀπαγορεύει δὲ τὸν Σαλαθιὴλ ἀπὸ Σεδεκίου τεχθῆναι, ὃν καὶ Ἰεχονίαν καλεῖ, ὡς βδελυκτοῦ τῷ θεῷ 261 γεγονότος· καὶ εἰκότως. ἐπειδὴ δὲ ὁ χρόνος τῶν δʹ γενεῶν εἰς ξηʹ ἔτη μεριζόμενος ἀπὸ πρώτου ἔτους Ναβουχοδονόσωρ ἐπὶ τὸ αʹ ἔτος Κύρου, καθ' ὃ ὁ Ζοροβάβελ τῆς ἀπολυτρώσεως τῆς αἰχμαλωσίας ἡγήσατο, μᾶλλόν τινες τὸν Σαλαθιὴλ τοῦτον αὐτοῦ τὸν Ἰεχονίου καὶ τῆς Σωσάννης ὑπολαμβάνουσιν υἱὸν εἶναι, ἵνα τὸν Ζοροβάβελ δείξωσιν εἴκοσί που χρόνων κατὰ τὴν ἀνάκλησιν. Τοῦ Ἰούδα ιθʹ ἐβασίλευσεν Ἰεχονίας υἱὸς Ἰωακείμ, ὁ καὶ Ἰωαχείμμῆνας γʹ, ἄλλοι δὲ ἔτη γʹ, ὡς καὶ ὁ ἱερὸς Ἱππόλυτος. τοῦ δὲ κόσμου ἦν ἔτος δωζεʹ. Τούτου, φησί, τῷ τρίτῳ ἔτει γέγονεν ἡ πρώτη μετοικεσία ὑπὸ Ναβουχο δονόσωρ μεταστήσαντος αὐτὸν εἰς Βαβυλῶνα καὶ ιʹ χιλιάδας ἀνδρῶν, ἐν οἷς καὶ τὸν ∆ανιὴλ καὶ τοὺς τρεῖς παῖδας συναπενεχθῆναί φησι. τοῦτον λέγει εἶναι τὸν ἄνδρα Σωσάννης Ἰωακείμ. Τοῦ Ἰούδα κʹ ἐβασίλευσε Σεδεκίας ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωζςʹ. Ἀφρικανὸς ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖ. Τῷ εʹ ἔτει Σεδεκίου, κόσμου δὲ δʹ, ἤρξατο προφητεύειν ὁ μέγας προφήτης Ἰεζεκιήλ. τῷ δ' αὐτῷ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ Σεδεκίας τοῖς ἐν Βαβυλῶνι αἰχμαλώτοις ἐδήλωσεν ὅτι μετὰ οʹ ἔτη ἀναζεύξουσιν ἐκ Βαβυλῶνος κατὰ τὴν Ἱερεμίου προφητείαν.
Ἀνανίας ψευδοπροφήτης ἀνθιστάμενος Ἱερεμίᾳ θνήσκει, καθ' ὃν χρόνον Ἰεζεκιὴλ προφητεύει ἐν Βαβυλῶνι. Ἐν Ἱερουσαλὴμ ἐγένοντο δούλων ἐλευθερίαι. Τοὺς υἱοὺς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ εἰσελθόντας ἐπὶ τῆς Σεδεκίου πολιορκίας εἰς Ἱερουσαλὴμ ὁρῶν Ἱερεμίας μὴ πίνοντας οἶνον μηδὲ ὑπὸ στέγην οἰκοῦντας διὰ τὴν τοῦ πατρὸς ἐντολήν, τοὺς Ἰουδαίους ὠνείδιζεν ἀπειθοῦντας τῷ θεῷ καὶ μηδὲ κἂν ὡς οὗτοι τῷ πατρὶ πειθομένους τῷ κτίσαντι. 262 Ἱερεμίας ὁ προφήτης ἐξελθὼν εἰς πόλιν Βενιαμὶν ὠνήσασθαι ἀγρὸν συνελήφθη ὑπό τινος Ἱερούα, τῷ Σεδεκίᾳ τε παρεδόθη καὶ εἰς τὴν φυλακὴν καθείρχθη. ἔνθα προφητεύων τὰ τῇ πόλει καὶ τῷ ἔθνει συμβησό μενα εἰς λάκκον ἐνεβλήθη. τοῦτον ὁ Αἰθίοψ Ἀβδεμέλεχ οἰκεῖος Σεδεκίου ἀνείλατο τοῦ λάκκου, δυσωπήσας τὸν βασιλέα. τούτῳ προσαχθεὶς Σεδεκίας καί τινα μαθὼν παρ' αὐτοῦ πρὸς σωτηρίαν οὐχ ὑπήκουσεν. ἦν δὲ φυλαττόμενος ἐν τῇ αὐλῇ ἕως ὅταν ἡ πόλις ἥλω. ΧΑΛ∆ΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Χαλδαίων ιζʹ ἐβασίλευσε Ναβουχοδονόσωρ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπηʹ. Ἄξιον δὲ περὶ τοῦ Ναβουχοδονόσωρ ὀλίγα παραθέσθαι καὶ τοῦ πατρὸς αὐτοῦ ἐκ τῶν Βηρώσσου λέγοντος οὕτως· ἀκούσας δὲ ὁ πατὴρ αὐτοῦ Ναβοπαλάσαρος ὅτι τεταγμένος σατράπης ἔν τε Αἰγύπτῳ καὶ τοῖς περὶ Συρίαν τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης γέγονε, οὐ δυνάμενος αὐτὸς ἔτι κακοπαθεῖν συστήσας τῷ υἱῷ Ναβοκοδροσόρῳ μέρη τινὰ τῆς δυνάμεως ἐξέπεμψεν ἐπ' αὐτόν. συμμίξας δὲ Ναβοκοδρόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε κρατεῖ καὶ τὴν χώραν ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτῶν βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπα λασάρῳ ἀρρωστήσαντι μεταλλάξαι τὸν βίον βασιλεύσαντι ἔτη καʹ. αἰσθόμενος δὲ μετ' οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβοκοδρό σορος, καταστήσας τὰ