118
ὅμως ἐπεὶ ἔδοξεν, ἀπελύετό τε τῶν δεσμῶν ὁ Συργιάννης καὶ εὐμενείας ἀπέλαυε καὶ εὐποιΐας τῆς παρὰ βασιλέως. εʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἐξ Ἀλαμανῶν ἀφίκετο πρὸς βασιλέα τὸν πρεσβύτερον πρεσβεία χρήματα αἰτοῦντες, λέγοντες, κατὰ παλαιὰν συμμαχίαν καὶ φιλίαν τῆς σφετέρας τε καὶ τῆς Ῥωμαίων ἡγεμονίας, ὅταν του δέονται, προσήκειν ἑκατέροις κομίζεσθαι παρ' ἀλλήλων. Γεμπλίνοις γὰρ πᾶσι φιλίαν εἶναι πρὸς τοὺς Ῥωμαίων βασιλέας, καὶ σπουδάζεσθαι αὐτοῖς ὅσα ὠφέλειάν τε καὶ τιμὴν Ῥωμαίοις περιποιεῖ· νυνὶ δὲ χρημάτων δεομένους, ἀναγκαίως πρὸς βασιλέα ἥκειν, 1.336 θαῤῥοῦντας ὡς λήψονται ὅτου ἂν δέωνται. ἐπεὶ δὲ Ἀνδρόνικον τὸν πρεσβύτερον βασιλέα εὗρον τῆς ἀρχῆς ἐκβεβλημένον, πρὸς τὸν νέον ἐποιοῦντο τὴν πρεσβείαν. βασιλεὺς δ' ἐπεὶ ἐπύθετο περὶ ὧν ἥκοιεν, ἐπέτρεπε τῷ μεγάλῳ δομεστίκῳ πρὸς αὐτοὺς ποιήσασθαι ἀπολογίαν ᾗ ἂν δόξειε μάλιστα τὸ εὔλογον ἔχειν. ὁ δὲ μετακαλεσάμενος τοὺς πρέσβεις, βασιλέα τε ἔφασκεν ἀκηκοέναι περὶ ὧν ἥκουσι πρεσβεύοντες καὶ αὐτὸν, καὶ τὴν μὲν παλαιὰν συμμαχίαν καὶ φιλίαν αὐτῶν πρὸς τοὺς Ῥωμαίων βασιλέας καὶ αὐτὸν εἰδέναι, καὶ ὡσπερεὶ μίαν ἡγεμονίαν ἀμφοτέρας τὰς βασιλείας νομίζειν, καὶ δίκαιον ἅμα καὶ προσῆκον ἡγεῖσθαι, ὅτου ἂν δέωνται ἑκάτεροι, ὠφελεῖσθαι παρ' ἀλλήλων. χρήματα δὲ ἃ αἰτοῦσι νῦν, εἰ πρὶν τὸν πρὸς ἀλλήλους τῶν Ῥωμαίων βασιλέων πόλεμον κεκινῆσθαι ἧκον, ἐκομίσαντο ἂν ᾗ ἐβούλοντο ἀρκοῦντα πρὸς τὴν χρείαν. νυνὶ δὲ ἀναλωθέντων εἰς τὸν πρὸς ἀλλήλους πόλεμον, χρημάτων μὲν τὸ νῦν εἶναι οὐκ εὐπορεῖν· ἕτερον δὲ τρόπον δύνασθαι ἰάσασθαι τὴν ἀπορίαν τῶν χρημάτων. στρατιὰν γὰρ ἂν παρασχεῖν πολλήν τε καὶ ἀγαθὴν, συμμαχήσουσαν ἐπὶ τοὺς πολεμίους. οἴεσθαι δὲ μηδὲ αὐτοὺς ἑτέρου του ἕνεκα ἢ τῆς στρατιᾶς δεῖσθαι τῶν χρημάτων, καὶ εἰ τούτου τύχοιεν, τὸ σπουδαζόμενον αὐτοῖς ἠνύσθαι. οἱ πρέσβεις δὲ χρημάτων ἕνεκα ἥκειν ἔλεγον, οὐ στρατιᾶς. τὴν γὰρ αὐτῶν πολλούς τε καὶ ἀγαθοὺς τρέφειν οἷς ἔξεστι χρῆσθαι τῷ σφετέρῳ βασιλεῖ, ἀναλωμάτων εὐποροῦντι. τοὺς μὲν οὖν πρέσβεις οὕτως εὐφυῶς 1.337 ὁ βασιλεὺς ἀπεπέμψατο, δώροις φιλοφρονησάμενος εἰς ὅσον ἐξῆν μεγαλοπρεπῶς· τὴν δὲ πρὸς τοὺς πρέσβεις τοῦ μεγάλου δομεστίκου πυθόμενος ἀπολογίαν, νῦν μὲν ἔλεγε πρὸς αὐτὸν ἁρμόζουσαν φαίνεσθαι τὴν πρὸς τοὺς Λατίνους ἀπολογίαν πεποιῆσθαι δοκοῦσαν φίλοις αὐτοῖς οὖσιν ἐπαγγέλλεσθαί τινα ὠφέλειαν παρέξειν, ἐὰν δὲ αὐτοῖς ἐδόκει τὴν ἐπηγγελμένην στρατιὰν ζητεῖν, ἀπορεῖν ἧς ἂν εὐπόρησεν ἀπολογίας. ὁ μέγας δὲ δομέστικος καὶ αὐτὸς μὲν εἶπεν ἐπὶ νοῦν ταύτην ἐσχηκέναι ἀπορίαν πρὸς ἐκείνους ποιούμενος τοὺς λόγους, πλὴν τὸ μὲν ἀπορεῖν χρημάτων εἰπεῖν οὐδεμίαν αὐτοῖς ἂν φέρειν αἰσχύνην, ἅτε δὴ καὶ αὐτῶν ἀπορούντων καὶ δεομένων παρ' αὐτῶν. στρατιὰν δὲ παρέχεσθαι ἐπηγγέλθαι, μάλιστα μὲν ὅπερ ἦν καὶ αὐτὸν οἰόμενον, οὐ στρατιᾶς ἐρεῖν, ἀλλὰ χρημάτων δεῖσθαι. εἰ δ' ἄρα καὶ πρὸς τὰ δεύτερα χωροῖεν, νῦν μὲν εἰπεῖν οὐ ῥᾴδιον παρασχεῖν, καιροῦ δεομένην πρὸς παρασκευὴν, ἄλλως τε οὐδ' ἀκριβῶς εἰδότας, εἰ κατὰ γνώμην εἴη τῷ σφετέρῳ βασιλεῖ· εἰ δ' ἀπελθόντες πρὸς τὴν οἰκείαν ἀπαγγείλωσι περὶ τῆς στρατιᾶς καὶ δέοιτο αὐτῆς, τότ' ἤδη τοὺς παραληψομένους ἥκειν. χρονίου γὰρ οὔσης καὶ ὑπερορίου τῆς στρατείας, καὶ χρόνου δεῖσθαι συχνοῦ πρὸς τὴν παρασκευήν. Ἀλλὰ ταῦτα μὲν τοιαῦτα. ἐξ ἐκείνου δὲ τοῦ χρόνου, ἐξ ὅτου βασιλεὺς ὁ νέος τοῦ πάππου καὶ βασιλέως διαστὰς, εἰς Ἀδριανούπολιν ἧκεν ἄχρι καὶ τότε, τοῖς τε ἄλλοις ἅπασι τοῖς πραττομένοις καὶ δὴ καὶ τοῖς βασιλικοῖς γράμμασιν, ἃ ἐπὶ βεβαιώσει ἐγίνετό 1.338 τινος, δι' ἑαυτοῦ τοῦ μεγάλου δομεστίκου ἐπιστατοῦντος δέει τοῦ μή τι τῶν μὴ προσηκόντων γενέσθαι ἢ διὰ ῥᾳθυμίαν ἢ διὰ κακόνοιαν τῶν ἐπιτετραμμένων, καὶ οὐ μικρόν τινα διὰ ταῦτα τὸν πόνον ὑφισταμένου, ὅμως ἀναγκαίαν τὴν πρόνοιαν καὶ τὴν ἐπὶ πᾶσι φροντίδα λογιζομένου καὶ φέροντος τὸν κάματον σιγῇ, τότε δὲ τῶν ἐμφυλίων πολέμων λυθέντων καὶ πεπαυμένων τῶν ἐπιβουλῶν καὶ ὑπονοιῶν, ἔγνω δεῖν καὶ αὐτὸς τῶν πόνων ἑαυτὸν ἀνεῖναι μικρόν.