118
Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ' αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν ̓Αλέξανδρον ὀνομάζοντα, ειτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ην, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ενα τυγχάνοντα, παρὰ πότον ᾀδομένων ποιημάτων εις τινας στρατηγοὺς πεποιημένων εναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ̓Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ' αὐθαδείας καὶ μέθης καὶ κατ' αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ εβαλεν, ετι δ' ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα οιμοι, καθ' ̔Ελλάδ' ὡς κακῶς νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ ̓Αλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυ1.297 θέντος μεταμεληθεὶς ωρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ενθα τὴν νύκτα καὶ τὴν μετ' αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς εκειτο αναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺς λόγους αὐτῶν. ̓Αριστάνδρου δὲ τοῦ μάντεως οψεως αὐτὸν ἀναμνήσαντος ην ειδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν ειναι τὸ γενόμενον λέγοντος, ηρξατο ἐνδιδόναι. Μέλλων δὲ εἰς τὴν ̓Ινδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, ειτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἱ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ εργον ὡρμήκασι καὶ τὸν ̓Αλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ηδη δὲ καὶ φοβερὸς ην καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν ουν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ῳετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, ̓Αλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας "ἀλλὰ σοί γε" ειπε "καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκει." ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων "τί γάρ" ειπεν "ὁ κάκιστος ἐγὼ νεῖν οὐκ εμαθον;" ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν 1.298 Ακουφις τουνομα ἠρώτησε τί αν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ ̓Αλέξανδρος "εἰ σὲ μέν" ειπεν "αἱρήσονται αρχοντα, ἐμοὶ δὲ πέμψουσιν ανδρας ἑκατὸν τοὺς ἀρίστους." γελάσας ουν πρὸς ταῦτα ὁ Ακουφις "ἀλλὰ βέλτιον" ειπεν "αρξω, ω βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ." ̔Ο μέντοι Ταξίλης μοίρας αρχων τῆς ̓Ινδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ων ἀνήρ, πέμψας ἠσπάσατο τὸν ̓Αλέξανδρον καί "τί δεῖ πολέμων ἡμῖν" εφη, "εἰ μήτε υδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' αλλοις εἰ μὲν κρείττων ω, ετοιμός εἰμι ευ ποιεῖν, εἰ δὲ ηττων, οὐ φεύγω χάριν εχειν ευ παθών." ἡσθεὶς ουν ἐπὶ τούτοις ὁ ̓Αλέξανδρος "ἐγώ" φησίν "ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ως μου χρηστὸς ων μὴ περιγένῃ." λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δέ τινι πόλει τῶν ̓Ινδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων ̓Ινδῶν ἀπέκτεινεν απαντας· ο τοῖς αὐτοῦ πολεμικοῖς εργοις οιά τις κηλὶς πρόσεστιν. ειτα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας ̓Ινδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος εχοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν ὁ ̓Αλέξανδρος ἠρώτησε πῶς αν αὐτῷ χρήσαιτο, ὁ δέ "βασιλικῶς" ἀπεκρίνατο· πυνθανομένου δ' ετι τοῦ ̓Αλεξάνδρου ει τι καὶ ετερον λέγει, ὁ Πῶρος "πάντα" εφη "τῷ βασιλικῶς ενεστιν."