118
λέγουσι. ∆ελφύσ. ἡ μήτρα, ἡ γαστήρ. ενθα ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς μήτρας. η οτι ἀδελφός ἐστι καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα, οθεν ειρηται ὁμόδελφος ὁ ἀδελφός. ∆εξίωσισ. ὑποδοχή. ∆εξιὰ κυρίου. ἡ ανωθεν ῥοπὴ καὶ ἀγαθὴ ἐνέργεια. ∆εξιάσ. συνθήκας. ὁ δὲ πέμπει χιλίαρχον, δεξιὰς τῷ Ἰωσήπῳ δοῦναι κελεύσας. ∆εξιά. ἡ χείρ. καὶ ποιητικῶς δεξιτερή. ἀπὸ τοῦ δέχεσθαι αὐτῆς τὰ διδόμενα. η δεξιὰ τὶς ουσα, ἀπὸ τοῦ τὰς πλείονας δι' αὐτῆς ἐξιέναι πράξεις. καὶ ἀπὸ τοῦ δεκτὸς δεξιὰ, ὡς ἀνόρεκτος, ἀνορεξία. ∆έλτοσ. πινακίδιον, σχεδάριον. ∆έρισ. δέρμα η τρίχινον παραπέτασμα. ∆εραιοπέδη. τὸ ἰξευτικὸν λῖνον. ∆εραγχέασ. τὰς τὴν δέριν ἀγχούσας καὶ πνιγούσας. δεραγχέας πάγας. delta.481 ∆έσποινα. ωσπερ ἀπὸ τοῦ ἀρύτω γίνεται ἀρύταινα, καὶ τὸ βαίνω ἀμφίβαινα, ουτως καὶ παρὰ τὸ δεσπόζω δεσπόζαινα, καὶ κατὰ συγκοπὴν τοῦ ζα καὶ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον, δέσποινα. οὐ γὰρ παρεσχημάτισται ἀπὸ τοῦ δεσπότης ἀρσενικῶς, ἐπεὶ δεσπότης εμελλεν ειναι καὶ οὐ δέσποινα. δέσποινα δὲ σύνθετον δεοποία, ἡ δέος ἐμποιοῦσα, ἀπὸ τοῦ δεοποιὸς ἀρσενικῶς· καὶ κατὰ συγκοπὴν δέσποινα. ὡς θεόσφατος θέσφατος. καὶ πλεονασμῷ τοῦ ν δέσποινα. οτι γὰρ πέπονθε, δηλοῖ ἡ παραλήγουσα. καὶ γὰρ τὸ ἀγκοίνη οὐ φύσει τὸ ˉοˉι εχει, ἀλλ' ἐκτροπῇ τοῦ ˉω ἀγκώνη καὶ ἀγκοίνη. ∆ετή. ἡ ἐκ δεδεμένων δᾳδῶν λαμπάς. οιον· καιόμεναί τε δεταί-. ̔Ηρόδοτος· ἀπὸ τοῦ δίδημι ῥήματος δετὸς καὶ δετή· ὡς ἀπὸ τοῦ τίθημι θετὸς καὶ ευθετος σύνθετον, καὶ ἐτὸς καὶ αφετος· ὡς τό· ἐτὸς εἰμί· καὶ δίδωμι δοτός. ὡς καὶ Ομηρος ἀπὸ τοῦ δίδημι ῥήματος ειπε τὸν παρατατικόν· δίδη μόσχοισι λύγοισι. ∆έψα. ἡ βύρσα. ∆ειλία. συστολὴ ψυχῆς πρὸς ἑαυτὴν ἐπὶ προσδοκίᾳ τινὸς τῶν μὴ ποθουμένων συνισταμένη. ∆εινότησ. τὸ παρ' ο δεῖ νοεῖν ὡς φρονήσεως ενεκα τῶν πραγμάτων φύσεις τὲ καὶ νοήσεις. (Οὐδέτερον.) ∆ειελινόν. τὸ δειλινόν. συνήθεια ̓Ιώνων τὸ ε πλεονάζειν· ηλιος, ἠέλιος. οιον· delta.482 δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο. ∆εῖμα. ὁ φόβος. ωσπερ ἀπὸ τοῦ ποιήσω ποίημα, ουτω καὶ ἀπὸ τοῦ δείσω δεῖμα. ∆ειραχθέσ. τὸ τὴν δειρὰν ἀλγύνον καὶ λυποῦν. δειραχθὲς ευβροχον αμμα πετεινῶν. αμμα δὲ τὸ σχοινίον λέγεται. ∆εῖπνον. τὸ πρωϊνὸν αριστον, οπερ ἀκρατισμὸς λέγεται. ∆είκηλον. καὶ δείκελον. ειδωλον, ὁμοίωμα. ωσπερ ἀπὸ τοῦ πέμπω πέμπελος, ὁ πολλῶν ἐνιαυτῶν ων, ουτως καὶ δείκω δείκελον καὶ ἐκτάσει τοῦ ˉε εἰς ˉη δείκηλον. η ∆ιῒ ικελον. ∆εικτήριον. τὸ τῆς Σάμου. οτι ἐν αὐτῇ ἡ ̓Αθηνᾶ διέγραψε τὴν κεφαλὴν τῆς Γοργόνης, δεικνύουσα τῷ Πέρσῃ, οτε παρ' αὐτὴν ἀπέστειλεν ἐπὶ τὴν Γοργονίαν. ∆εκτόν. εὐαπόδεκτον, εὐπρόσιτον. ∆εκάχοια. δεκαπλάσια. ∆έλεαρ. ἀπάτη. καὶ κλίνεται δελέατος. ἀφ' ου καὶ δείλατος, οιον· ἐνδιετέθη παγίδεσιν ὀλέθρια δείλατα δοιαῖς. παρὰ τὸν δόλον δόλεαρ καὶ κατὰ τροπὴν δέλεαρ. η παρὰ τὸ ελω, ελεαρ καὶ δέλεαρ, δι' ου εστιν ἑλεῖν. η παρὰ τὸ δηλεῖσθαι τὸ βλάπτειν. η παρὰ τὸ δέω, τὸ δεσμεύω, δέλεαρ, τὸ περιδεσμούμενον τῷ ἀγκίστρῳ. λέγεται καὶ δελήτιον· τὸ ˉε καὶ ˉα συναλοιφὴν πέπονθεν εἰς ˉη. εχε τὸ δελήτιον. ∆ελέαστρα. παγίδες. ∆ελφάκια. οἱ μικροὶ χοῖροι, οἱ γαλαθηνοί. delta.483 ∆έμασ. τὸ σῶμα. οἱονεὶ δεσμὸς τῆς ψυχῆς. ειρηται παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, οἱονεὶ περιδόμημα τῆς ψυχῆς καὶ οἰκητήριον. η παρὰ τὸ δέω, τὸ δεσμεύω, δεσμὸς γὰρ τῆς ψυχῆς τὸ δέμας. ∆έμνια. τὰ ἐγκοίτια στρώματα, ἀπὸ τοῦ σῶμα ἐν αὐτοῖς μένειν. η παρὰ τὸ δέμω ῥῆμα. ὡς παίζω παίγνιον, ουτως δέμω δέμνιον, τὸ εἰς σώματος ἀνάπαυσιν οἰκοδομηθὲν η συνδεθέν. ∆εξιά. συνετὰ ελεγον οἱ παλαιοὶ, ἀριστερὰ δὲ τὰ μωρά. ∆έοσ. φόβος. παρὰ τὸ δείω, τὸ φοβοῦμαι, δέος, ὡς νείφω νέφος. λέγεται καὶ δείδω, τὸ φοβοῦμαι, οιον· δείδω, μήτι πάθῃσιν μετὰ Τρώεσσιν- ἐξ ου καὶ δίω· -περὶ γὰρ δίε νηυσὶν ̓Αχαιῶν. η παρὰ τὸ δέω, τὸ δεσμεύω, ὁ γὰρ φόβος δεσμεῖ τοὺς πόδας καὶ τὰ μέλη τοῦ σώματος. καὶ δείους. ἀπὸ τοῦ δέους καὶ σπέους γίνεται κατὰ πλεονασμὸν τοῦ ι δείους καὶ σπείους. ∆έον. καλὸν, συμφέρον, ἀναγκαῖον, πρέπον. ∆έπασ. τὸ ποτήριον. παρὰ τὸ δέχω, δέχας καὶ δέπας, δι' ου δεχόμεθα τὸν οινον. ∆έργματα καὶ δέρξεισ. αἱ βλέψεις. ὡς