15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὅτι πολλὰ τῶν προβαλλομένων κατὰ τὴν τῆς ἀντιφάσεως δύναμιν ἄπορα ἑκατέρωθεν ἔχει, καὶ οὔτε ὁ φὰς περὶ αὐτῶν ἀληθεύσειεν οὔτε ὁ ἀποφάς. ἀλλ' εἰ μὲν πρὸς Πλάτωνα ἢ Ἀριστοτέλην ὁ διάλογος ἦν αὐτῷ, ἠρώτηκεν ἀντίφασιν ἀδιάλυτον· ἐπεὶ δὲ πρὸς τοὺς Ἀνομοίους ὁ λόγος αὐτῷ, ὧν προὐστάτει μὲν ὁ Σύρος Ἀέτιος, ἀντείχετο δὲ ὁ Γαλάτης Εὐνόμιος, ἀνὴρ χθές που καὶ πρώην ἀπὸ τῶν ἐργαστηρίων ἐπὶ τὴν δογματικὴν ἀπήνην ἁλλόμενος καὶ κατατολμήσας τοῦ θεολογικοῦ ἄξονος, ὁ πρὸ μικροῦ τὰς τῶν λεβήτων βάσεις ἰώμενος, διὰ ταῦτα ὡς ἀπαιδεύτῳ καὶ πόρρω τῆς θείας σοφίας προσπαίζων τὰ ἄπορα τῶν ἐρωτημάτων ὡς ἀπερίδρακτα πάντῃ προβάλλεται. Ὅτι δὲ οὐ τῶν ἀπόρων τὸ πρόβλημα αὐτόθεν ἄν τις φωράσειεν, ὡς ὁ χρόνος οὔτε ἐν χρόνῳ οὔτε μὴν ἄχρονος. ὥσπερ γὰρ οὐκ εἴ τι μὴ ἐν χρονικῇ παρατάσει γίγνοιτο, ἤδη καὶ παρὰ τοῦτο ἄχρονον πέφυκεν, οὕτως οὔτε ὁ χρόνος αὐτός, μὴ διὰ παρατάσεως τὸ εἶναι λαβών, ἀλλ' ἀθρόως ὑπὸ τοῦ δημιουργήσαντος ὑποστάς, ἤδη παρὰ τοῦτο ἄπειρος ἂν εἴη καὶ ἄκτιστος, ἀλλὰ διότι μὲν μὴ ὢν πρότερον ὕστερον γέγονεν, οὐκ ἄχρονος οὐδὲ ἄκτιστος, διότι δὲ οὐ διὰ παρατάσεως εἰς τὸ εἶναι ἐλήλυθεν, ἄχρονος ἂν κατὰ τοῦτο λέγοιτο. ἐπεὶ καὶ τἆλλα, οὐρανόν, γῆν, ἥλιον, σελήνην, τοὺς λοιποὺς ἀστέρας, ἄκτιστα ἂν εἴποι τις, διότι μὴ διὰ χρονικῆς γέγονε παρατάσεως. ἡμεῖς μὲν γὰρ τῶν ὄντων ἀποτυποῦντες ἰνδάλματα, οἷον σφαῖραν χαλκῆν πρὸς τὸ τοῦ παντὸς ἀποτετορευμένην μίμημα ἢ διόπτρας καὶ ἀστρολάβους ἢ δι' ὧν τἆλλα εἰκάζομεν, οὐκ ἀμερῶς καὶ ἀχρόνως τὰς τούτων ποιοῦμεν ὁλότητας, ἀλλὰ δεῖ τὸν χαλκοτύπον πρῶτα μὲν ἐργά σασθαι τὸν χαλκόν, αὖθις δὲ ἀποξῦσαί τε καὶ λεᾶναι, εἶτα κοιλᾶναι καὶ κάμψαι, νῦν μὲν τόνδε τὸν πόλον ποιοῦντα, νῦν δὲ ἐκεῖνον, καὶ αὖθις περιαγαγεῖν τὰς περιφερείας, καὶ οὕτω κατὰ βραχὺ προχωρῶν τὸ τῆς τοῦ παντὸς σφαίρας δημιουργεῖ ὁμοίωμα· ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ' ὁμοῦ τε ἐβουλήθη ὑποστῆναι τὸν οὐρανὸν καὶ ἡ βούλησις ἔργον γέγονε καὶ ἀχρόνως ὑπέστη τὸ πᾶν· ἀλλ' οὐ διὰ τοῦτο καὶ ἄχρονον, ἐπειδὴ μὴ πρότερον ὂν ὕστερον γέγονε. Τῇ γοῦν ὁμωνυμίᾳ τοῦ οὐκ ἐν χρόνῳ παραλογίζεται ὁ τὴν ἐρώτησιν προ βαλλόμενος. διττὸν γὰρ τὸ οὐκ ἐν χρόνῳ, ἢ τὸ ἀεὶ εἶναι ἢ τὸ μὴ διὰ χρονι κῆς παρατάσεως γεγενῆσθαι ἅπαξ. ὥστε κατ' ἄλλο μὲν ἐν χρόνῳ, ὅτι μὴ ἀεὶ ἦν, κατ' ἄλλο δὲ οὐκ ἐν χρόνῳ, ὅτι μὴ χρόνου τῷ δημιουργῷ πρὸς τὴν τούτου ἐδέησε γένεσιν. εἰσὶ δὲ καί τινα τῶν ἐν ἡμῖν, ἅπερ ἀχρόνως πέφυκε γίνεσθαι, ὥσπερ ἡ τοῦ γάλακτος πῆξις καὶ ἡ τῆς ἐπιφανείας τῶν ὑδάτων ἀποκρυστάλλωσις· οὐ γὰρ κατὰ μόρια τούτοις τὸ συμπεπηγέναι, ἀλλ' ἀθρόον καὶ ᾗπερ οὐκ εἰώθαμεν ἡμεῖς ποιεῖν. καὶ αὐτὸ δὲ τὸ περὶ τοῦ χρόνου ἐρωτᾶν, «εἰ ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ», εἰ μὴ πρὸς τὸν λῆρον Εὐνόμιον λέγοιτο, καὶ λίαν ἄτοπον. οὐ γὰρ τῶν ὑπαρχόντων ὁ χρόνος, ἀλλὰ τῶν συμβεβηκότων· ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων ἡ κίνησις λέγεται, οὕτως ὁ χρόνος ἐπὶ τῆς κινήσεως. ἔστι γὰρ ἡ μὲν κίνησις ἀχώριστος ἐνέργεια τοῦ κινητοῦ σώματος, ὁ δὲ χρόνος μέτρον ἐστὶ τῆς κινήσεως. ὁ μὲν γὰρ ἥλιος τὸ κινούμενον σῶμα, ἡ δὲ τούτου κίνησις, ἡ ἀχώριστος ἐνέργεια τοῦ τοιουδὶ σώματος, ὁ δὲ χρόνος τὸ μέτρον αὐτὸ τῆς κινήσεως. ὥστ' οὐκ ἔστι τῶν ἐν ὑποστάσει ὁ χρόνος, ἀλλὰ τῶν ἐφεπομένων. διὰ τοῦτο ὁ βουλόμενος ἐρωτᾶν πότερον «ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ» περί τινος, ἀφεὶς τὸν χρόνον καὶ τὴν κίνησιν ὡς μὴ αὐθέδραστον ἢ αὐθυπόστα τον, εὐλόγως ἂν ἐρωτῴη περὶ τοῦ κινουμένου σώματος· ὅπως γὰρ ἂν ἔχῃ τοῦτο, οὕτω {καὶ} κἀκεῖνος ἔχειν νομισθήσεται. Ἀλλ' ἐπειδὴ τὸ περὶ τοῦ χρόνου καὶ αἰῶνος ζήτημα περιφερόμενον ἐν πολλοῖς δοκεῖ, ἀδιάκριτον μέντοι γε μέχρι τοῦ νῦν καὶ οὐδέ πω τυχὸν τῆς ἀρίστης διασκέψεως, ἔγωγέ τοι ὑποτυπωτικῶς νῦν περὶ αὐτῶν διαλήψο μαι· ἄρξομαι δ' ἀπὸ τοῦ αἰῶνος, ἵν' ὡς ἀπὸ τοῦ παραδείγματος καὶ ἡ «Εἰκὼν» ἐκείνου, ἥτις ἐστὶν ὁ χρόνος, σαφῶς διερμηνευθήσεται. Ἔστι τοίνυν ὁ αἰὼν