ἀκούων. delta.828 δυσμαῖς βίου9· τῷ τέλει τῆς ζωῆς. delta.829 δυσμένεια· ἔχθρα, κακόνοια. delta.830 δύσμηνισ· βαρύθυμος, ὀργίλος, μνησίκακος. delta.831 δυσξύμβολα· δυσνόητα. delta.832 δύσοδοσ· τραχεῖα, δυσχερῆ διάβασιν ἔχουσα. delta.833 δυσοίζου{σα}9· ἄγαν ὑπόπτευε καὶ οἰωνίζου. delta.834 δυσόμοια· ἀνόμοια. Στράττις (fr. 75 K.). delta.835 δυσοίκτου9· δυσθρηνήτου. delta.836 δύσοιστοσ· δυσφόρητος. delta.837 δύσοιμοσ· δύσοδος, οἷον ἐπὶ κακῷ ἄγουσα. delta.838 δυσόρφναια· μέλανα. delta.839 δύσοσμοσ· δυσώδης. delta.840 δυσπαίπαλοσ· τραχεῖα. delta.841 δυσπάλαιστοσ· δυσκαταγώνιστος. οὕτως Εὐριπίδης (Alc. 889). delta.842 δύσπαρι (Γ 39)· ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας ὡς Πάρις, δυσώνυμε. καὶ δυσπάριτον χωρίον· τὸ ἄβατον. οὕτως Ξενοφῶν ἐν τῇ Ἀναβάσει (4, 1, 25). delta.843 δυσπέμφελον· δυσάρεστον, χαλεπόν, μεμψίμοιρον. delta.844 δυσπετοῦντα· κακῶς πάσχοντα. delta.845 δυσπετήσ· δυσχερής. delta.846 δυσπόριστον· δυσεύρετον. delta.847 δυσπρόσιτα· δυσχερῆ ἐγγισθῆναι. delta.848 δυσποτμότερον· ἀθλιώτερον. delta.849 δυστεκμαρτότερον· δυσκαταληπτότερον. delta.850 δύστηνοσ· ταλαίπωρος, δυστυχής, ἄθλιος. delta.851 δύστροπον· σκολιόν, δυσάρεστον. delta.852 δυστόπαστοσ· κακοϋπονόητος. delta.853 δυστοπώτατα· δυσχερέστατα. delta.854 δυστράπελοσ· δύστροπος, ἄμορφος, δυσμετάθετος. delta.855 δυσφώρατοσ· δυσκόλως ἐλεγχόμενος. {ἢ ὁ κακῶς ὑφορώμενος καὶ ὑπονοῶν}. delta.856 δυσχεραίνειν· μισεῖν. delta.857 δυσώνυμοσ· κακώνυμος. delta.858 δυσωπεῖσθαι· ὑφορᾶσθαι καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ' ὑπονοίας. delta.859 <δυσωπεῖσθαι· ὑφορᾶσθαι, φοβεῖσθαι μεθ' ὑπονοίας, σκυθρωπάζειν>. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. delta.860 δυσωποῦμαι· ∆ημοσθένης <ἐν Φιλιππικοῖς> (9, 65) καὶ Ξενοφῶν <ἐν Ἀπομνημονεύμασιν> (2, 1, 4) ἀντὶ τοῦ φοβοῦμαι. delta.861 δύω· καὶ ἐν τῷ ω δύω λέγουσιν ἑκατέρως. delta.862 δῶ9· κατὰ ἀποκοπὴν δῶμα, οἶκος. delta.863 δωδωναῖοσ· ὁ Ζεύς, παρόσον ἐν ∆ωδώνῃ τῆς Θεσπρωτίας τιμᾶται. delta.864 δωδώνη· πόλις ἐν τῇ Θεσπρωτίᾳ Πελασγία. delta.865 δωδεκάκρουνοσ· κρήνη Ἀθήνησιν, ἣν Θουκυδίδης Ἐννεάκρουνον (2, 15, 5). delta.866 δωδωναῖον χαλκεῖον· ∆ήμων μέν φησι (FGrHist 327 F 20) ἐν τῇ ∆ωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, ὅταν τις ἑνὸς ἅψηται, ἐκ διαδοχῆς πάντας ἠχεῖν. †̓Αριστοτέλης† δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ' ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Αὐλητρίσι (fr. 60, 3 K. .TH). [...] πρὸς ∆ήμωνα. εἰ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία. delta.867 δωδεκῇδεσ· θυσίαι δώδεκα ἱερείων, ὡς τριττύς, ἡ ἐκ τριῶν. delta.868 δωδεκαμήχανοσ· πόρνη δώδεκα σχήμασι χρωμένη, Κυρήνη τὸ ὄνομα. delta.869 δωμάτιον· οἰκημάτιον. delta.870 δωριάζειν· παραγυμνοῦσθαι· ∆ωρικὸν γάρ ἐστι τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν. ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. delta.871 δωρογραφή9· ὅταν τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ' αὐτοῦ διχῇ ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. delta.872 δωροδοκήσασ· δῶρα λαβών. delta.873 δωροδόκοσ· δῶρα δεχόμενος. delta.874 δωροδόκησιν· τὴν δωροδοκίαν. Θουκυδίδης (5, 16, 3). delta.875 δωροξενία· ὅταν τις γραφεὶς ξενίας καὶ δῶρα δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται. delta.876 δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας.9 delta.877 δειλὸν ὁ πλοῦτοσ· παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς αὑτῶν ποιοῦνται φυλακάς. delta.878 δωριάζειν· τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολὺ τοῦ σώματος· αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θάτερα ἐπιπεπορπημέναι.