1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

118

12.92 Ἐπειδὴ τοίνυν τοσαύτη τῶν παρανομούντων διαφορά, οὐ χρεὼν ἅπασι χαλεπαίνειν ὁμοίως, ἀλλὰ τοὺς μὲν προδήλως τὸν συώδη βίον ἀσπαζομένους μυσάττεσθαι, τοῖς δὲ ἄλλοις καὶ ξυμβουλεύειν καὶ παραινεῖν καὶ χεῖρα ὀρέγειν καὶ θεραπεύειν ἐπιμελῶς καὶ προσφέρειν τῆς ὑγιείας τὰ φάρμακα· ἐκείνους δέ, ἤν τοι ἐπιμένωσι θηριωδῶς βιοτεύοντες, καὶ περιόντας θρηνήσωμεν καὶ 12.93 ἀποθανοῦσι τὸ Σαρδαναπάλου ἐπίγραμμα προσενέγκωμεν. Τῷ γὰρ δὴ ἐκείνου ἐπεγέγραπτο τάφῳ· Τόσσ' ἔχω ὅσσ' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος τέρπν' ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται, καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. 12.94 Ἀλλὰ γὰρ καὶ τοῦτο ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν. Οὐ γὰρ ἔχει ὁ τελευτήσας, ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα κεχώρηκεν· ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσοσμίαν, ἣ διηνεκῶς τὴν ψυχὴν ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνημένην ὧν παρανόμως εἰργάσατο. 12.95 Ταύτην ὑμῖν, ὦ ἄνδρες, δευτέραν καὶ δεκάτην διάλεξιν προσ ενήνοχα, καὶ ἐπέδειξα, τίνα μὲν περὶ Θεοῦ καὶ ὕλης καὶ κτίσεως, καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλοσόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας ἰατρείαν προσφέροντας· καὶ τῶν μὲν ψευδωνύμων θεῶν τὸν πλάνον ἐληλαμένον, τοῦ δὲ ἡμετέρου Σωτῆρος τὰ δόγματα 12.96 κηρυτ- τόμενα. Τοῦτο γὰρ δὴ καὶ ὁ Πορφύριος, ἐν οἷς καθ' ἡμῶν ξυνέγραψεν, εἴρηκεν· "Νυνὶ δέ" φησι "θαυμάζουσιν, εἰ τοσούτων ἐτῶν κατείληφε νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν οὐκέτι οὔσης· Ἰησοῦ γὰρ τιμωμένου, οὐδεμιᾶς 12.97 δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο." Ταῦτα ὁ πάντων ἡμῖν ἔχθιστος Πορφύριος εἴρηκε, καὶ ἀναφανδὸν ὡμολόγησεν, ὡς πιστευόμενος ὁ Ἰησοῦς φρούδους ἀπέφηνε τοὺς θεούς, καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ σωτήριον πάθος οὐκέτι φενακίζει τοὺς ἀνθρώπους Ἀσκληπιός, οὐδὲ ἄλλος τις τῶν καλουμένων θεῶν. Ἅπαντα γὰρ αὐτῶν τὸν ὁρμαθόν, οἷόν τινας νυκτερίδας, τῷ σκότῳ παρέπεμψεν ἀνατεῖλαν τὸ φῶς. 12.98 Ταύτης καὶ ὑμᾶς τῆς ἀκτῖνος μεταλαχεῖν ἀξιῶ. Τοῦδε γὰρ χάριν καὶ τὸν πόνον ἀνεδεξάμην, καὶ οἷόν τινας βοτάνας πανταχόθεν ξυλλέξας, τὸ ἀλεξίκακον ὑμῖν κατεσκεύασα φάρμακον.