118
παράσχοι τὴν σωτηρίαν. Ἤδη γὰρ ἐξηνδρα ποδίσθησαν καὶ μετῳκίσθησαν αἱ δέκα φυλαὶ, καὶ πρὸς ταύταις τῆς Ἰουδαίας πόλεις πολλαί. ∆ιὸ καὶ ἐπήγαγεν, "Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὑτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ." Τηνικαῦτα, φησὶ, θυμηδίαν τελείαν ληψόμεθα, ἡνίκα ἂν τῆς ἐπανόδου καὶ τοὺς ἄλλους αἰχμαλώτους ἀπολαύσαντας ἴδω μεν. ∆ιδασκόμεθα τοιγαροῦν καὶ ἡμεῖς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, "Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων," τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ εὐθυμίαν οἰκείαν ἡγεῖσθαι τὴν τοῦ πέ λας εὐημερίαν.
ΕΡΜΗΝ. ΤΟΥ ΝΓʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. "Εἰς τὸ τέλος, Ἐν ὕμνοις. Συνέσεως τῷ ∆αβίδ. Ἐν τῷ ἐλθεῖν τοὺς
Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐχὶ ∆αβὶδ κέκρυπται παρ' ἡμῖν;" ∆ήλη τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ὑμνεῖ γὰρ τὸν Θεὸν ὁ μέ γας ∆αβὶδ, ὡς ἐπαρκέσαντα, καὶ τὰς τῶν πολεμίων πάγας διαδρᾶναι παρασκευάσαντα. Οἱ γὰρ Ζιφαῖοι τὴν πρὸς τὸν ∆αβὶδ ὑπεκρίνοντο φιλίαν, τῷ δὲ Σαοὺλ κατεμήνυον ἔνθα ἐπειρᾶτο λανθάνειν. [Ὡς καὶ μέχρι νῦν τινας ὁρῶμεν ἐπικάλυμμα μὲν φιλίας περικειμένους, ἔνδοθεν δὲ ὑποκρίσεως μᾶλλον ἢ φιλίας ἀναμέστους.] Καί ποτε τοῖς δεδηλωκόσι πι στεύσας, στρατεύει μὲν κατ' αὐτοῦ λογάσι πολ λοῖς· εἶτα μέλλων αὐτὸν ἐξαπιναίως θηρεύειν, ὑπὸ τῆς τῶν ἀλλοφύλων προσβολῆς ἐκωλύθη. Μαθὼν γὰρ αὐτοὺς κατὰ τῆς χώρας στρατεύσαντας, ἀνέστρεψε τοῖς πολεμουμένοις ἀμῦναι σπουδάζων. Τότε τοῦ τον τὸν ὕμνον προσενήνοχεν ὁ μέγας ∆αβὶδ τῷ Θεῷ, ὡς δεξαμένῳ τὴν ἱκετείαν, καὶ τὴν προσδο κηθεῖσαν λύσαντι συμφοράν. [Καὶ μάλιστα προ τιθεὶς αὐτοῖς τοῦτον τὸν ψαλμὸν κοινὴν διδασκαλίαν· ὥστε ἕκαστον τῶν πολεμουμένων παρὰ τὸ δίκαιον ὑπό τινων μετὰ πάσης κατανύξεως προσφέρειν 80.1265 ὁμοίως τῷ ∆αβὶδ ἱκετείαν τῷ δυναμένῳ ὡς τὸν προ φήτην ἐκ χειρὸς τῶν ἀδικούντων ῥύσασθαι τῷ Θεῷ.] γʹ. "Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με." Ἀρκεῖ μοι, φησὶν, εἰς ἀσφάλειαν ἡ τοῦ σοῦ ὀνό ματος κλῆσις. Οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι τὰ μεγάλα εἰργάζοντο θαύματα. "Ἐν τῷ ὀνόματι γὰρ, φησὶν, Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει." - "Καὶ ἐν τῇ δυνάμει σοῦ κρῖνόν μοι." ∆ίκαιος, φησὶ, καὶ δικαιοσύνης ὑπάρχεις πηγή· κρῖνόν μοι τοίνυν καὶ τοῖς πολεμοῦσιν ἀδίκως. δʹ. "Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου, [καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ] ἐνώτισαι τὰ ῥή ματα τοῦ στόματός μου." ∆έξαι μου τὰς ἱκετείας σὺν εὐμενείᾳ [πολλῇ· τίνος ἕνεκεν εἶπεν·] εʹ. "Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ· καὶ [οὐ τοῦτο μόνον, ἀλλὰ καὶ] κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου." ∆έομαι, φησὶ τῆς σῆς ἐπικουρίας, ὦ ∆έσποτα, [καὶ ἀντιβολῆς] ὑπὸ δυσμενῶν ἐλαυνόμε νος, πλείστῃ δυνάμει· [ἀλλ' ὅμως ἀνθρωπείᾳ καὶ ταύτῃ πολυθεΐᾳ κεκρατημένῃ] τεθαῤῥηκότων, καὶ θανάτῳ με παραδοῦναι ποθούντων. Ταῦτα δὲ κατ' ἐμοῦ τολμῶσιν, ἐπειδὴ τὴν σὴν πρόνοιαν ἀγνοοῦσι, [μᾶλλον καὶ αὐτῆς καταφρονοῦσι.] Τοῦτο γὰρ ἐπήγαγεν εἰπών· "Καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν." Ταῦτα δὲ οὕτως ἱκετεύσας, τῆς οὐκ εἰς μακρὰν ἐσομένης ἐπικουρίας τὴν πρόγνω σιν ἐκβοᾷ. ʹ, ζʹ. "Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύ ριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψῃ τὰ κακὰ τοῖς ἐχθροῖς μου." [Ἀντὶ τοῦ, λάκκον ὤρυξαν καὶ ἀνέσκαψαν αὐτὸν, καὶ ἐμπεσοῦνται εἰς βόθρον ὃν εἰργάσαντο. Καὶ λοιπὸν καὶ τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα ἐπεύχεται, ἐν τῷ εἰπεῖν,] "Καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς." ηʹ. "Ἑκουσίως θύσω σοι." Ἐγὼ δὲ, φησὶν, ὑπὸ τῆς σῆς δεδίδαγμαι χάριτος, ὡς ἐμὲ μὲν ἀξιώ σεις προνοίας, τοῖς δὲ κατ' ἐμοῦ τυρευθεῖσι κακοῖς τοὺς ταῦτα τεκταινομένους περιβαλεῖς, καὶ δικαίαν κατ' αὐτῶν ἐξοίσεις τὴν ψῆφον. Τοῦτο γὰρ σημαίνει τὸ, "Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, ἑκου σίως θύσω σοι." Ἐγὼ δὲ τούτων ἀπολαύσας, σὺν πάσῃ προθυμίᾳ τὰς θυμήρεις σοι προσοίσω θυσίας. Καὶ διδάσκων τῆς ἱερουργίας τὸ εἶδος, ἐπήγαγεν· 80.1268 "Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. [θʹ.] Ὅτι ἐκ