118
μαθὼν τόν τε εὐσεβῆ ζῆλόν σου, δέσποτα, καὶ τὸ περὶ τὴν ἀλήθειαν φιλομαθές σου, καὶ μὴν καὶ τὸ περὶ τοὺς μονάζοντας φιλόξενόν σου. Ἀλλ' εἰ καὶ οἱ καρποὶ ὡραῖοι εἰς ὅρασιν τοῦ δένδρου, ὅμως ἐκ τῆς ῥίζης ἡ αἰτία· τίς δ' ἂν εἴη αὕτη ἢ ὁ ἁγιώτατος μητροπολίτης καὶ πατὴρ ἡμῶν πνευματικός; οὗ ταῖς εὐχαῖς σωθείημεν ἀμφότεροι πανέστιοι. ἔρρωσο ἐν Κυρίῳ, τὰ πάντα μοι ποθεινότατε καὶ πανευκλεέστατε. 149 {1Μονάζουσι}1 Ἐν τῷ καιρῷ τούτῳ, ἐν ᾧ ὁ Χριστὸς διώκεται διὰ τῆς εἰκόνος αὐτοῦ, οὐ μόνον εἰ βαθμῷ τις καὶ γνώσει προέχων ἐστὶν ὀφείλει διαγωνίζεσθαι, λαλῶν καὶ διδάσκων τὸν τῆς ὀρθοδοξίας λόγον, ἀλλὰ γὰρ καὶ εἰ μαθητοῦ τάξιν ἐπέχων εἴη, χρεωστεῖ παρρησιάζεσθαι τὴν ἀλήθειαν καὶ ἐλευθεροστομεῖν. οὐκ ἐμὸς ὁ λόγος τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τοῦ θείου Χρυσοστόμου, ἐπεὶ καὶ ἄλλων πατέρων. τὸ δὲ τοὺς κυρίους τοὺς ἡγουμένους, κρατηθέντας ὑπὸ τοῦ βασιλέως, μὴ τὰ προειρημένα πρᾶξαι, καίπερ ὄντας καὶ ἐν βαθμῷ καὶ ἐν γνώσει παρὰ πάντας τοὺς καθηγουμένους τῆς γῆς ταύτης, τοὐναντίον δὲ μᾶλλον σιωπῆσαι, καὶ οὐ τοῦτο μόνον, καίπερ ὂν δεινόν, ἀλλὰ καὶ χειρόγραφον ποιῆσαι μήτε εἰς ἀλλήλους συνέρχεσθαι μήτε διδάσκειν, τοῦτό ἐστι προδοσία τῆς ἀληθείας καὶ ἄρνησις τῆς προστασίας καὶ κατάλυσις τῶν ὑποτακτικῶν, ἐπεὶ καὶ τῶν ὁμοταγῶν. οἱ ἀπόστολοι παραγγελθέντες ὑπὸ τῶν Ἰουδαίων μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ τάδε φησίν· ὑμεῖς κρίνατε, εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν. καὶ πάλιν, πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. Τοιαῦτα καὶ παρόμοια ἐχρῆν λαλῆσαι αὐτοὺς ἵνα ἐδοξάσθη ὁ θεὸς δι' αὐτῶν, ἵνα ᾠκοδόμησαν τοὺς ὀρθοδόξους, ἵνα ἐστήριξαν τὰ μοναστήρια, ἵνα ἐνεδυνάμωσαν τοὺς πάσχοντας ἐν ἐξορίαις. ἀλλὰ τί; ὅτι προτιμώμεθα μᾶλλον θεοῦ τὰ μοναστήρια καὶ τῆς ὑπὲρ τοῦ ἀγαθοῦ κακοπαθείας τὴν ἐντεῦθεν εὐπάθειαν. ποῦ ἐστι τό, ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην; ποῦ ἐστι τό, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, Κύριε σὺ ἔγνως; ποῦ ἐστι τὸ κλέος καὶ ἡ ἰσχὺς τοῦ καθ' ἡμᾶς τάγματος; πῶς Σάβας καὶ Θεοδόσιος οἱ μακάριοι, τὸ τηνικαῦτα Ἀναστασίου τοῦ βασιλέως δυσσεβεῖν ἑλομένου, διέστησαν, θερμῶς προμαχοῦντες τῆς πίστεως, τοῦτο μὲν μεθ' ὧν ἀνεθεμάτισαν τοὺς κακοδόξους ἐν τῇ ἐκκλησίᾳ, τοῦτο δὲ ἐν οἷς ἐπέστειλαν τῷ βασιλεῖ, διαμαρτυρόμενοι θάνατον ἑλέσθαι ἤ τι μετακινῆσαι τῶν καθεστώτων; Καὶ λέγουσιν, ὥς φασιν, οἱ κύριοι ἡγούμενοι· "4ἡμεῖς τίνες ἐσμέν;"5 πρῶτον χριστιανοί, οἳ ὀφείλουσιν ἄρτι λαλεῖν πάντως, ἔπειτα μο νάζοντες, οἱ μηδὲ τὸ τυχὸν ὑφαρπαζόμενοι ὡς ἄδετοι τῷ κόσμῳ καὶ ἀκράτητοι, ἔπειτα ἡγούμενοι, οἱ καὶ τὰ τῶν ἄλλων προσκόμματα ἐκβάλλοντες καὶ ἐν μηδενὶ προσκοπὴν διδόναι χρεωστοῦντες, ἵνα μή, φησί, μωμηθῇ ἡ διακονία. οἵαν δὲ προσκοπὴν καὶ μώμησιν, μᾶλλον δὲ συγκατάβασιν, διὰ τοῦ ἰδιοχείρου αὐτῶν δέδωκαν, τί χρὴ καὶ λέγειν; εἰ γὰρ ἡ σιωπὴ μέρος συγκαταθέσεως, τὸ καὶ ἐγγράφως αὐτὴν κυρῶσαι ἐπὶ τῆς ὅλης ἐκκλησίας πόσον τὸ χαλεπόν; Καὶ λέγετε ὅτι "4κρυπτῶς ἱερουργῶν Νικηφόρον ἀναφέρει"5; τὸ λάθρα καὶ πάντες οἱ πατρίκιοι, ἵνα τοὺς ἄλλους ἐάσω, ὀρθοδοξοῦσιν. ἀλλὰ τί λέγει ὁ Χριστός; εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὥσπερ καὶ τὸ ἐναντίον ἐπὶ τῆς ἀρνήσεως· κἂν μόνον τὸ μὴ συνέρχεσθαι εἰς ἀλλήλους ἐποίησαν τὸ χειρόγραφον, τὸ αὐτό ἐστιν. πῶς γὰρ φυλάξουσιν ὅ φησιν ὁ Χριστός, τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω; ἔρχεταί τις διερωτῶν, ζητῶν μαθεῖν τὴν ἀλήθειαν, εἴτε ἡγούμενος εἴτε τις ἄλλος· τί ἀποκριθήσεται ὁ ἡγούμενος; δῆλον ὅτι "4παραγγελίαν ἔλαβον μὴ λαλεῖν"5. εἴθε οὕτω μόνον· ἀλλὰ "4μηδὲ εἰσδέξασθαί σε εἰς τὸ μοναστήριον καὶ συναλισθῆναι"5. ὁ Χριστὸς λέγει, "4δέξαι καὶ δίδαξον"5· ἐὰν γὰρ ὑποστείλῃ, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ἐγγράφως οὖν ἐποίησαν ἵνα τῷ βασιλεῖ πειθαρχοῦσιν ἀπεναντίας τοῦ Χριστοῦ. Τοσαῦτά εἰσιν, ὦ ἀδελφοὶ καὶ πατέρες, ἃ συνεπίσταμαι ἐξ ἀληθείας πεποιηκέναι αὐτούς. καὶ ἐπειδὴ