118
χρυσοῦν ἐν τῷ τραχήλῳ αὐτοῦ· καὶ ἵστατο ἐπάνω τεσσάρων ἐλεφάντων ἑστώτων καὶ ἐχόντων ζυγὸν καὶ τροχοὺς τέσσαρας, καὶ ἐπάνω ὡς ὄχημα ὑψηλὸν ἠμφιεσμένον χρυσέοις πετάλοις, ὥσπερ ἐστὶ τὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ὀχήματα· καὶ ἑστὼς ἐπάνω αὐτοῦ ἐβάσταζε σκουτάριν μικρὸν κεχρυσωμένον καὶ δύο λαγκίδια χρυσᾶ· καὶ ἡ σύγκλητος αὐτοῦ πᾶσα μετὰ ὅπλων ᾄδοντες μέλη μουσικά. εἰσενεχθεὶς οὖν ὁ πρέσβις τῶν Ῥωμαίων καὶ προσκυνήσας ἐκελεύσθη παρ' αὐτοῦ ἀναστῆναι καὶ ἀχθῆναι πρὸς αὐτόν. δεξάμενος δὲ τὴν τοῦ βασιλέως σάκραν κατεφίλησε τὴν 245 σφραγῖδα τὴν ἔχουσαν τὸ στηθάριον τοῦ βασιλέως· δεξάμενος δὲ καὶ τὰ δῶρα ἐχάρη μεγάλως. ἀναγνοὺς δὲ εὗρε περιέχοντα τοῦ ὁπλίσασθαι αὐτὸν κατὰ τοῦ βασιλέως Περσῶν, καὶ τὴν πλησιάζουσαν αὐτῷ χώραν τῶν Περσῶν ἀπολέσαι καὶ τοῦ λοιποῦ μηκέτι συνάλλαγμα ποιεῖν μετὰ τῶν Περσῶν, ἀλλὰ δι' ἧς ὑπέταξε χώρας τῶν Ὁμηριτῶν διὰ τοῦ Νείλου ποταμοῦ ἐπὶ τὴν Αἴγυπτον ἐν Ἀλεξανδρείᾳ τὴν πραγματείαν ποιεῖσθαι. εὐθέως δὲ στρατεύσας ὁ βασιλεὺς Ἀρέθας ἐπ' ὄψεσι τοῦ πρεσβευτοῦ Ῥωμαίων ἐκίνησε πόλεμον κατὰ Περσῶν προπέμψας τοὺς ὑπ' αὐτὸν Σαρακηνούς. ἀπελθὼν δὲ καὶ αὐτὸς ἐπὶ τὴν Περσικὴν χώραν ἐξεπόρθησε πᾶσαν τὴν ἐν τοῖς μέρεσιν ἐκείνοις. κρατήσας δὲ ὁ βασιλεὺς Ἀρέθας τὴν κεφαλὴν Ἰουλιανοῦ καὶ δεδωκὼς αὐτῷ εἰρήνης φίλημα ἀπέλυσεν αὐτὸν ἐν πολλῇ θεραπείᾳ σὺν πολλοῖς χαρίσμασιν. ἐγένετο δὲ καὶ ἄλλη αἰτία ταράξασα τὸν Χοσρόην. Οὖννοι γὰρ κατ' ἐκεῖνο καιροῦ, οὓς Τούρκους λέγειν εἰώθαμεν, πρεσβεύουσι πρὸς Ἰουστῖνον διὰ τῆς τῶν Ἀλανῶν χώρας ἀποστείλαντες. τοῦτο φοβηθεὶς Χοσρόης προεφασίσατο τὴν τῶν Ἀρμενίων πρὸς αὐτὸν ἀνταρσίαν καὶ πρὸς Ἰουστῖνον προσχώρησιν καὶ ᾐτεῖτο τοὺς πρόσφυγας. ἐτέλει γὰρ ὁ βασιλεὺς τῶν Ῥωμαίων ἀνὰ ἔτος πεντακοσίας λίτρας χρυσίου, ὅπως τὰ πλησιάζοντα τοῦ τόπου φρούρια διαφυλάττωσι Πέρσαι, ἵνα μὴ εἰσβαλόντα τὰ ἔθνη ἑκατέραν διαλύσωσι πολιτείαν· καὶ κοινοῖς ἀναλώμασι τὰ φρούρια ἐφυλάττοντο. ὁ δὲ Ἰουστῖνος ἔλυσε τὴν εἰρήνην φάσκων ἐπονείδιστον εἶναι φορολογεῖσθαι ὑπὸ τῶν Περσῶν τοὺς Ῥωμαίους. διὰ τοῦτο χώραν ἔλαβεν ὁ μέγας οὗτος Περσῶν τε καὶ Ῥωμαίων πόλεμος. ὁ δὲ Ἰουστῖνος Μαρτῖνον, τὸν πατρίκιον καὶ συγγενῆ αὐτοῦ, στρατηγὸν χειροτονήσας τῆς ἀνατολῆς κατὰ Περσῶν ἐξέπεμψεν. 246 Κόσμου ἔτη ϛξεʹ. Τῆς θείας σαρκώσεως ἔτη φξεʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μηʹ. Ῥώμης ἐπίσκοπος [Βενέδικτος] [ἔτη εʹ.] [δʹ.] Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ϛʹ ἠσθένησεν ὁ βασιλεὺς καὶ ἐν λύπῃ γέγονε πρὸς Βαδουάριν τὸν ἴδιον ἀδελφὸν καὶ ὕβρισεν αὐτὸν ἐσχάτως, ἐπιτρέψας τοῖς κουβικουλαρίοις γρονθιζόμενον ἐξαγαγεῖν αὐτὸν ἐπὶ σελεντίου. ἦν δὲ κόμης τῶν βασιλικῶν σταύλων. μαθοῦσα δὲ Σοφία ἐλυπήθη καὶ ἐνεκάλεσε τῷ βασιλεῖ· ὁ δὲ μετεμελήθη καὶ κατελθὼν πρὸς αὐτὸν εἰς τὸν σταῦλον εἰσῆλθεν ἄφνω μετὰ τοῦ πραιποσίτου τῶν κουβικουλαρίων. ὁ δὲ Βαδουάριος ἰδὼν τὸν βασιλέα ἔφυγεν ἀπὸ ζακὸς εἰς ζάκα φόβῳ τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς ἔκραξεν· "ὁρκίζω σε κατὰ τοῦ θεοῦ, ἀδελφέ μου, μεῖνόν με." καὶ δραμὼν ἐκράτησεν αὐτόν, καὶ περιπλακεὶς κατεφίλησεν αὐτὸν λέγων· "ἔπταισά σοι, ἀδελφέ μου· ἀλλὰ δέξαι με ὡς ἀδελφόν σου πρῶτον καὶ ὡς βασιλέα. ἐκ γὰρ διαβολικῆς ἐνεργείας οἶδα ὅτι τοῦτο γέγονεν." ὁ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ κλαίων εἶπεν· "ἀληθῶς, δέσποτα, ἐξουσίαν ἔχεις· πλὴν παρουσίᾳ τῆς συγκλήτου εὐτέλισας τὸν δοῦλόν σου· ἄρτι, ὁ δεσπότης, τούτοις ἀπολόγησαι." καὶ ἐδείκνυεν αὐτῷ τὰ ἄλογα. ὁ δὲ βασιλεὺς παρεκάλεσεν αὐτὸν συμφαγεῖν αὐτῷ, καὶ εἰρήνευσαν. Τῷ δ' αὐτῷ χρόνῳ γέγονε πόλεμος περὶ τὸ Σάργαθον Περσῶν καὶ Ῥωμαίων μέγας, καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. θʹ. αʹ. [εʹ.] θʹ. βʹ. ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει