119
ὑμῖν προστάγματα καὶ δικαιώματα.» Ὃς τοσοῦτόν ἐστιν ἅγιος καὶ δίκαιος, ὡς καὶ τὸν Σωτῆρά ποτε, θερα πεύσαντα λεπρὸν ἕνα καὶ πάλιν ἐννέα, εἰπεῖν τῷ πρώτῳ· «Πορευθεὶς δεῖξον σεαυτὸν τῷ ἀρχιερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.» Τοῖς δὲ ἐννέα πάλιν· «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Oὐ γάρ που κατέλυσεν τὸν νόμον, ὡς Σίμων δοξάζει, ἀλλ' ἐπλήρωσεν· λέγει γάρ· «Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· οὐ γὰρ ἦλθον, φησίν, καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.» Καὶ γὰρ καὶ Μωϋσῆς, νομοθέτης ὁμοῦ καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ βασιλεύς, καὶ Ἠλίας ὁ ζηλωτὴς τῶν προφητῶν συνῆσαν ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου ἐν τῷ ὄρει μάρτυρες αὐτοῦ τῆς ἐνανθρωπήσεως καὶ τῶν παθημάτων, ὡς φίλοι Χριστοῦ καὶ οἰκεῖοι, ἀλλ' οὐχ ὡς ἐχθροὶ ἢ ἀλλότριοι· ἐξ ὧν δείκνυται, ὅτι καὶ ὁ νόμος καλὸς καὶ ἅγιος καὶ οἱ προφῆται. Νόμος δέ ἐστιν ἡ δεκάλογος, ἣν πρὸ τοῦ τὸν λαὸν μοσχοποιῆσαι τὸν παρ' Aἰγυπτίοις Ἄπιν Θεὸς αὐτοῖς ἐνομοθέτησεν ἀκουστῇ φωνῇ· οὗτος δὲ δίκαιός ἐστιν, διὸ καὶ νόμος λέγεται, διὰ τὸ φύσει δικαίως τὰς κρίσεις ποιεῖσθαι· ὃν οἱ περὶ Σίμωνα φαυλίζουσιν, οἰόμενοι, μὴ κριθέντες ὑπ' αὐτοῦ τὴν κόλασιν ἐκφεύγειν. Oὗτος ὁ νόμος ἀγαθός, ὅσιος, ἀκατανάγκαστος. Φησὶν γάρ· «Ἐὰν δὲ ποιήσῃς μοι θυσιαστήριον, ἐκ γῆς ποιήσεις μοι αὐτό.» Oὐκ εἶπεν· «Ποίησον», ἀλλ'· «Ἐὰν ποιήσῃςή· οὐκ ἀνάγκην περιέθη κεν, ἀλλὰ τῇ ἐξουσίᾳ ἐπέτρεψεν ἅτε ἐλευθέρᾳ. Oὐ γὰρ θυσιῶν δέεται ὁ Θεός, ἀνενδεὴς ὑπάρχων τῇ φύσει· ἀλλὰ γινώσκων, καθάπερ καὶ ἤδη πρότερον τὸν φιλόθεον Ἄβελ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ τοὺς καθεξῆς οὐκ αἰτηθέντας, φυσικῷ δὲ νόμῳ κινηθέντας ἀφ' ἑαυτῶν προσενέγκαι θυσίαν Θεῷ ἀπὸ γνώμης εὐχαρίστου, ἐπιτρέπει καὶ νῦν Ἑβραίοις, οὐ προστάσσων, ἀλλ', εἰ βουληθῶσιν, συγχωρῶν καί, εἰ ἀπὸ ὀρθῆς προσοίσουσι γνώμης, εὐδοκῶν ἐπὶ ταῖς θυσίαις αὐτῶν. ∆ιὰ τοῦτό φησιν· «Eἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θῦε.» Oὐδενὸς γὰρ ἐν χρείᾳ καθέστηκα· «Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.» Ὁπότε δὲ οἱ τοῦ λαοῦ τούτων ἀμνήμονες ὑπῆρξαν, καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Aἰγύπτου πορείας ἐπέγραψαν λέγοντες· «Oὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Aἰγύπτου.» Καὶ δυσσεβήσαντες εἰς ὁμοίωμα μόσχου ἐσθίοντος χόρτον ἀπηρνήσαντο Θεὸν τὸν διὰ Μωϋσέως