Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
σοφοὺς ἀποθνήσκοντας. (I f. 270. b.) Ἀντὶ τοῦ, "Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα," ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐπαύσατο εἰς αἰῶνα, καὶ ζήσεται εἰς νῖκος· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ ἐκοπίασεν, φησὶν, εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Ὁ γὰρ ἐν τῷ παρόντι αἰῶνι κοπιάσας ὑπὲρ εὐσεβείας καὶ δικαιο σύνης, τῆς πολλῆς τύρβης καὶ ταραχῆς παυσάμενος, ἤρεμον καὶ ἡσύχιον βίον διάξει, τευξόμενος ἐπὶ τέλει τῆς αἰωνίου ζωῆς. Ὁ τοιοῦτος οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ἢ κατὰ τὸν Σύμ μαχον, Οὐκ ὄψεται τὴν διαφθορὰν ὅταν βλέπῃ σοφοὺς 69.1072 ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν τῶν ἀσε βῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ, πόῤ ῥωθεν δὲ καὶ ἄνωθέν ποθεν ὡς ἀφ' ὑψηλοῦ σκοποῦ τὴν διαφθορὰν τῶν σοφῶν πεύσεται. Ποίων δὲ σοφῶν, ἢ ὧν ὁ Θεὸς ἐμώρανεν τὴν σοφίαν, Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. (A f. 277.) Ὅταν τοίνυν, φησὶν, ἡμεῖς οἱ τὴν σε πτὴν καὶ ἀβέβηλον ἀγαπῶντες ζωὴν, τοῖς οὐχ οὕτω ζῇν εἰωθόσιν ἐπιστυγνάζωμεν λέγοντες, ὅτι "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε," καὶ τὰ ἑξῆς, τότε καὶ αὐτοὶ, εἰ καὶ μὴ νῦν ὁμολογεῖν ἀνέχονται ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, ἀλλ' οὖν μετὰ ταῦτα τοῖς παρ' ἡμῶν εὐδοκήσουσι λόγοις· ὅτι γάρ εἰσιν ἀλη θεῖς, ἐξ αὐτῶν ἤδη τῶν συμβεβηκότων αὐτοῖς ἀνα πεπεισμένοι συννεύσουσι. (B f. 189. E f. 87 b. I f. 273 b. L f 129. b.) Ἑτέρα δὲ φέρεται γραφή· Μετὰ ταῦτα ἐν τῷ στόματι αὐ τῶν εὐλογήσουσιν, ἀντὶ τοῦ Καταράσονται ἑαυ τοῖς, μετανοοῦντες ἐφ' οἷς τοιαῦτα διεπράξαντο. Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Θάνατος ποιμανεῖ αὐτοὺς, καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωΐ. (A f. 278, B f. 189 b, E f. 87 b, I f. 274, L f. 129 b.) Θάνατον τοίνυν ποιμαίνοντα αὐτοὺς, τὴν ἐν θανάτῳ συνήσεις κόλασιν. Πᾶσαν γὰρ ἀποβαλόντες τὴν ἐνοῦ σαν αὐτοῖς ἰσχύν τε καὶ δόξαν, κατακυριευθήσονται τρόπον τινὰ παρὰ τῶν ἁγίων ὅταν γένηται πρωῒ, τουτέστιν ὅταν αὐτοῖς ὁ τῆς Χριστοῦ δόξης ἐπιλάμψῃ καιρός. Καταβήσεται γὰρ ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, μετὰ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ, τοῖς μὲν ἁγίοις ἀποκαταστήσων τὰ ηὐτρεπισμένα τῶν γερῶν, τοὺς δὲ ἁμαρτωλοὺς κολάσεσι καὶ δίκαις ὑποτιθείς. Τότε καὶ ἡ τούτων βοήθεια παλαιωθήσε ται, τουτέστιν ἀφανισθήσεται· τὸ γὰρ παλαιούμενον, φησὶ, καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἀπὸ δέ γε τῆς ἑαυτῶν δόξης ἧς εἶχον ἐν τῷ κόσμῳ μετοιχήσονται πρὸς ἀτιμίαν. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χει ρὸς ᾅδου, ὅταν λαμβάνῃ με. (B f. 190, E f. 87 b, I f. 274 b.) Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ εἰς χεῖρας δραμοῦνται Θεοῦ· προὐξένησεν δὲ καὶ τοῦτο ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν καιρῷ τοῦ τιμίου σταυροῦ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν εἰπών· "Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου." Καὶ βάσιμον ταῖς ἀνθρώπων ψυχαῖς ἀπένειμεν τὸν παράδεισον, πρῶτος εἰσελάσας, καὶ πρὸς τὸν συγκρεμάμενον αὐτῷ λῃστὴν εἰπών· "Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ." Ταύτῃτοι καὶ ὁ μακάριος Στέφανος λιθαζόμενος ἔλεγε· "Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά 69.1073 μου." Οὐκέτι γὰρ εἰς τὸν ᾄδην χωροῦσιν αἱ τῶν ἀγίων ψυχαὶ, ὥσπερ αἱ τῶν ἁμαρτωλῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅ φησι· "Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με." Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. (E f. 88.) Ὁ τοιοῦτος ἐστέρηται φωτὸς, μετὰ τῶν καθ' ὁμοιοτροπίαν πατέρων αὐτοῦ. Οἱ γὰρ τὰ τοῦ σκότους πράξαντες ἔργα, εἰς σκότος χωροῦσι τὸ ἐξώτερον, οἵτινες ἔσχον τὴν κτηνώδη ζωήν.
ΨΑΛΜΟΣ ΜΘʹ.