1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

119

θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.

6.pin.t ʹ ΤΑ∆Ε ΤΟ ΕΚΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 6.pin.1

αʹ. Ὅτι καὶ ἃ δοκοῦσιν οἱ δαίμονες ἐν τοῖς χρηστηρίοις μαντεύεσθαι, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς ὁμοίως ἀνθρώποις καταστοχάζονται βʹ. Ὅτι καὶ τὸ ἐφ' ἡμῖν ἀναιροῦσιν, ἐξ εἱμαρμένης φάσκοντες καὶ τὰς προαιρέσεις κινεῖσθαι γʹ. Ὅτι οὐδὲ τοῖς αὐτῶν ἀφιερώμασι κεραυνουμένοις ἐπαρκεῖν ἐδυνήθησαν δʹ. Ὅτι διὰ μαγείας φασὶ τὰ τῆς εἱμαρμένης λύεσθαι εʹ. Ὅτι καὶ ψεύδονται μαντευόμενοι ʹ. Ἀνασκευὴ τοῦ περὶ εἱμαρμένης λόγου ζʹ. Ὅπως καὶ αὐτῶν οἱ φιλόσοφοι τὰς τῶν θεῶν αὐτῶν περὶ εἱμαρμένης δόξας ὀρθοτέροις ἀπήλεγξαν λογισμοῖς. Ἀπὸ τῶν Οἰνομάου ηʹ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν ∆ιογενειανοῦ θʹ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Ἀλεξάνδρου ιʹ. Ὡς καὶ ἀπὸ τῆς μαθηματικῆς θεωρίας ὁ περὶ εἱμαρμένης ἐλέγχεται λόγος. Ἐκ τῶν Βαρδησάνου ιαʹ. Ὡς καὶ ἀπὸ τῆς τῶν θείων γραφῶν ἐξηγήσεώς τε καὶ μαρτυρίας. Ἐκ τῶν Ὠριγένους ʹ Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου καὶ τῆς θείας ἀρετῆς καὶ δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς καὶ οὐ δι' ἄλλης τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτησάντων τε καὶ λυμηναμένων δαιμονικῶν φασμάτων ἐλευθερία πᾶσιν ὑπῆρξεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι 6.pref.2 δαίμονες ἀποδειχθεῖεν. σκέψαι δ' οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ' ὃν τὰς μαν6.pref.3 τείας ποιεῖσθαι λέγονται. οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτούς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ' ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτούς, εἰ μὴ τὰ καθειμαρμένα, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος ἐν οἷς ἐπέγραψε «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ὧδε λέγων πρὸς λέξιν· 6.1.1 αʹ. ΟΤΙ ΚΑΙ Α ∆ΟΚΟΥΣΙ ΜΑΝΤΕΥΕΣΘΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΑΣΤΡΩΝ ΦΟΡΑΣ

ΟΜΟΙΩΣ ΑΝΘΡΩΠΟΙΣ ΚΑΤΑΣΤΟΧΑΖΟΝΤΑΙ «Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.» 6.1.2 Εἶθ' ἑξῆς ὑποβάς φησιν· «Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνή, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δὲ οὕτως· ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αὐτῆς, ἔνδον ὀρινομένης χρόνον ἄρκιον, οὔ τι δὲ κοῦρον, ἀλλὰ κόρην· Φοίβη γὰρ ἐΰσκοπος ἤροσεν ἁγνὴν Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο. 6.1.3 ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. ἐπάκουσον γάρ· ἦ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει, πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων