1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

119

κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν, καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων μετὰ τῆς βαρυτάτης δυνάμεως καὶ τῆς λοιπῆς ὠφελείας ἀνακομίζειν εἰς τὴν Βαβυλωνίαν, αὐτὸς ὁρμήσας ὀλιγοστὸς παρεγένετο διὰ τῆς ἐρήμου εἰς Βαβυλῶνα. καταλαβὼν δὲ τὰ πράγματα διοικούμενα ὑπὸ Χαλδαίων καὶ διατηρουμένην τὴν βασιλείαν ὑπὸ τοῦ βελτίστου αὐτῶν, κυριεύσας ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς, τοῖς αἰχμαλώτοις ἔταξε τὰς κατοικίας. Αὐτὸς δὲ ὁ Ναβουχοδονόσωρ ἐκ τῶν λαφύρων τό τε Βήλου ἱερὸν καὶ 263 τὰ λοιπὰ φιλοτίμως κοσμήσας, τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἑτέραν ἔξωθεν προσκαταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέφοντας ἐπὶ τὴν πόλιν κατασκευάζειν, ὑπερεβάλλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δὲ τῆς ἔξω, τούτων δὲ τοὺς μὲν ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, τοὺς δὲ ἐξ αὐτῆς τῆς πλίνθου. καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς προσκατεσκεύασε τοῖς πατρικοῖς βασι λείοις ἕτερα βασίλεια ἐχόμενα ἐκείνων, ὑπὲρ ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν μακρὸν ἴσως ἔσται ἐάν τις ἐξηγῆται, πλὴν ὄντα ὑπερβολῇ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις ιεʹ. ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ὑψηλὰ ἀνοικοδομήσας καὶ τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι, καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειργάσατο· καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παράδεισον διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς ὀρείας διαθέσεως, τεθραμμένην ἐν τοῖς κατὰ Μήδειαν τόποις. Ταῦτα ὁ Βήρωσσος ἱστορεῖ περὶ τοῦ Ναβουχοδονόσωρ καὶ ἕτερα πλεῖστα ἐν τρίτῃ τῶν Χαλδαϊκῶν βίβλῳ, μεμφόμενος τοῖς ψευδῶς γράψασιν Ἑλλήνων ἱστορικοῖς ὑπὸ τῆς Ἀσσυρίας Σεμιράμεως κτισθῆναι Βαβυλῶνα καὶ τὰ κατ' αὐτὴν θαυμάσια. Τὸν Φαραῶ Νεχαῶ Ναβουχοδονόσωρ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀνεῖλε κατὰ τὸν Εὐφράτην ἐπὶ μάχῃ κρατερᾷ εʹ ἔτει Ἰωακεὶμ ἀρχομένῳ, καὶ ἐλθὼν ἐπὶ Ἰωακεὶμ καὶ τὴν Ἰουδαίαν κατεδουλώσατο τὸν Ἰωακεὶμ γʹ ἔτη, ὥς φησιν ἡ δʹ τῶν βασιλειῶν καὶ ἡ βʹ τῶν Παραλειπο μένων. καὶ μετὰ γʹ ἔτη ἠθέτησεν αὐτῷ, καὶ ἀπέστειλε κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ Μωὰβ καὶ υἱῶν Ἀμμών, καὶ κατίσχυσαν ἐν γῇ Ἰούδα κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν. ταῦτα παρ' αὐτοῖς ἦν προφητεύων κατὰ τοὺς χρόνους τούτους Οὐρίας υἱὸς Ἀμαίου, ὃν φυγόντα εἰς Αἴγυπτον ἀγαγὼν ὁ Ἰωακεὶμ ἀνεῖλε, καὶ Ἱερεμίας ἀρξάμενος καὶ αὐτός, ὡς προδεδήλωται, τῆς προφητείας ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου. 264

Τὸν Ναβουχοδονόσωρ ὁ Μεγασθένης ἐν τῇ δʹ τῶν Ἰνδικῶν Ἡρακλέους ἀλκιμώτερον ἀποφαίνει, ὃς ἀνδρείᾳ μεγάλῃ Λιβύης τὸ πλεῖστον καὶ Ἰβηρίας κατεστρέψατο. συμφωνεῖ δὲ αὐτῷ καὶ Φιλόστρατος ἐν ταῖς ἱστορίαις, ἔνθα καὶ περὶ τῆς Τύρου πολιορκίας καὶ τῶν Φοινίκων πάλαι, αἵτινες ἱστορίαι φέρονται περὶ τοῦ Ναβουχοδονόσωρ, ὅτι Συρίαν καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Φοινίκην κατεστρέψατο πολέμοις. Ναβουχοδονόσωρ τὸν Ἰωακεὶμ χειρωσάμενος ιαʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἀρχομένῳ σὺν πολλοῖς τῶν Ἰουδαίων καὶ τῶν ἱερῶν σκευῶν αἰχμάλωτον εἰς Βαβυλῶνα ἀπήγαγε, δήσας αὐτὸν πέδαις χαλκαῖς, ὡς ἐν τῷ βʹ τῶν Παραλειπομένων γέγραπται. τὸν δὲ Ἰωαχεὶμ υἱὸν αὐτοῦ τὸν καὶ Ἰεχονίαν παῖδα ὀκταέτη καταστήσας βασιλέα ὑπόφορον, μετὰ τρεῖς μῆνας καὶ δέκα ἡμέρας πάλιν ἐπελθὼν τῇ Ἰουδαίᾳ κατὰ τὸ αὐτὸ ἔτος ἐπολιόρκησε τὴν Ἱερουσαλήμ· πρὸς ὃν ἐξῆλθεν Ἰωαχεὶμ καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ σὺν αὐτῷ καὶ οἱ ἄρχοντες καὶ οἱ εὐνοῦχοι αὐτοῦ. καὶ ἔλαβεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὴν πόλιν καὶ ἐξήνεγκε πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε