119
καὶ βασιλεῖ προσελθὼν, τόν τε ἐπὶ τοῦ προτέρου χρόνου πρὸς τὴν διοίκησιν τῶν πραγμάτων διηγεῖτο πόνον καὶ ὡς, τῶν ἐμφυλίων κακῶν ἤδη πεπαυμένων καὶ ὑποψίας οὔσης οὐδεμιᾶς, δέον πρόνοιάν τινα ποιήσασθαι ὥστε τά τε πράγματα ὥσπερ πρότερον καλῶς καὶ ὡς δέον διοικεῖσθαι, καὶ αὐτὸν ἀναπαύλης τινὸς τυγχάνειν. τοῦτο δὲ γένοιτ' ἂν, εἰ τήν τε τῶν βασιλικῶν γραμμάτων ἐπιστασίαν καὶ τὴν ἐπὶ τοῦ τῶν βασιλικῶν χρημάτων ταμιείου, ἔτι δὲ καὶ τὴν ἐπὶ τῶν εἰσπραττόντων τοὺς δημοσίους φόρους ἀναθείη ἑτέρῳ τινὶ, ὃν ἂν ἐκλέξηται αὐτός. βασιλεὺς δὲ οὐδὲ αὐτὸς ἔφασκεν ἀγνοεῖν, ὅσον ἐπὶ τοῦ προτέρου χρόνου ὑφίστατο τὸν πόνον, πᾶσιν αὐτὸς ἐφεστηκὼς, ἀλλὰ εἰδέναι τε καλῶς, καὶ οὐχ ἥκιστα θαυμάζειν, εἰ πρὸς τοσαύτην διοίκησιν πραγμάτων εἷς ὢν αὐτὸς ἐξαρκεῖ, ἔτι δὲ καὶ ἀλγεῖν ὑπὲρ αὐτοῦ, τὸν κάματον ὃν ὑπέμενεν ἐννοῶν. ὅπερ δὲ αὐτὸς ἔφης λογιζόμενος καὶ αὐτὸς, ὡς τῶν ἐμφυλίων ἕνεκα πολέμων καὶ τῶν ἐπιβουλῶν ἀναγκαῖον ἐφ' ἅπασί σε παρεῖ 1.339 ναι καὶ πάντα πράττεσθαι διὰ σοῦ, καὶ ἄκων παρῄειν σιγῇ τὸν χρόνον. νυνὶ δὲ ᾗ ἐβούλετο τοῦ θεοῦ τὰ πράγματα καταστήσαντος, ὃν ἂν αὐτὸς ἐθέλῃς μᾶλλον πρὸς τὴν διοίκησιν ὧν ἔφης πραγμάτων ἑλοῦ· οὐ μὴν ἐκείνῳ παντάπασιν ἐπιτρέψαι τὰ πράγματα χρὴ, ἀλλὰ καὶ αὖθις αὐτὸν ἐφίστασθαι τοῖς ἀναγκαίοις, καὶ πάντα πράττεσθαί σοι κατὰ γνώμην. οὕτω γὰρ ἂν τά τε πράγματα διοικηθήσεσθαι καλῶς, καὶ αὐτὸν ἀναπαύλης τυγχάνειν οὐ μικρᾶς τινος. Ὁ δὲ μέγας δομέστικος τοῖς τε λεγομένοις ἐπείθετο πρὸς βασιλέως, καὶ παρακοιμώμενον τὸν Ἀπόκαυχον ἐπὶ τῇ διοικήσει τῶν εἰρημένων ᾑρεῖτο πραγμάτων· καὶ βασιλεὺς συνεπεψηφίζετο αὐτός· ἀποδειχθεὶς δὲ τῶν κοινῶν πραγμάτων ὁ παρακοιμώμενος διοικητὴς, ὅσα μὲν ἦν ἀναγκαῖα καὶ τῆς τοῦ μεγάλου δομεστίκου κρίσεως ἐδεῖτο, ταῦτα πρὸς αὐτὸν ἀνάγων, ᾗ αὐτὸς ἐπέτρεπεν ἐπράττετο, ἢ μόνος ἢ καὶ μετὰ βασιλέως ἔνια ἐξετάζων· ἃ δὲ οὐ τοιαῦτα, παρακοιμωμένῳ ἐφεῖτο πράττειν. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὁ βασιλεὺς εἰς Κύζικον ἐπεραιώθη, ἅμα μὲν τὴν τῆς θεομήτορος ἀχειροποίητον εἰκόνα, ἣ πρὸς τὸν ἐν Ὑρτακίῳ ναὸν ἦν, προσκυνήσων, ἅμα δὲ κατοψόμενος καὶ τὴν χώραν, οὔπω πρότερον ἰδών. τὸ δ' ἔτι τούτων αἰτιώτερον, ἵνα τὸν Φρυγίας ἄρχοντα Ταμηρχάνην τὸν τοῦ Γιαξῆ ταῖς κατὰ τὸν Ἑλλήσποντον ἑῴαις πόλεσιν ἐπικείμενον οὔσαις ὑπηκόοις βασιλεῖ, πρὸς συμβάσεις πείσῃ χωρῆσαι· ὃ καὶ κατὰ γνώμην ἐτελεῖτο βασιλεῖ· ἀπὸ γὰρ Κυζίκου εἰς Πηγὰς πόλιν τὴν κατὰ τὸν Ἑλλήσποντον ἐλθὼν, μετεκαλεῖτο τὸν Ταμηρ 1.340 χάνην, καὶ ὃς ἀφῖκτό τε κατὰ τάχος καὶ μετὰ πολλῆς τῆς μετριότητος καὶ, οἷον εἰπεῖν, δουλείας συνεγένετο τῷ βασιλεῖ. ὡς γὰρ ἐγγὺς ἐγένετο ὅσον ὁρᾷν τε τὸν βασιλέα καὶ ὁρᾶσθαι παρ' αὐτοῦ, αὐτός τε καὶ ἄλλοι Πέρσαι τῶν ἵππων καταβάντες καὶ προελθόντες ἐπὶ μικρὸν, οἱ μὲν ἄλλοι πάντες ἄπωθεν τὸν βασιλέα προσεκύνουν, τὰς κεφαλὰς ἐρείσαντες ἐπὶ τὴν γῆν· αὐτὸς δ' ἄχρι βασιλέως ἐλθὼν πεζῇ, προσεκύνει τε καὶ ἠσπάζετο τὸν βασιλέως πόδα, ἔπειτα ἔφιππος γενόμενος, μόνος μόνῳ συνεγένετο τῷ βασιλεῖ. πολλὰ δὲ πρὸς αὐτὸν περὶ εἰρήνης διαλεχθέντος βασιλέως καὶ εὖ ποιήσειν ἐπαγγειλαμένου, αὐτὸς μὲν εἰς τὸ οἰκεῖον στρατόπεδον, βασιλεὺς δ' εἰς Πηγὰς τὴν πόλιν ἐπανῆλθε. καὶ ἐς τὴν ὑστεραίαν πάλιν ἐλθὼν ὁ Ταμηρχάνης καὶ προσκυνήσας βασιλέα καὶ ἐπαγγειλάμενος εἰρήνην ἄξειν τοῦ λοιποῦ καὶ τοῖς κατὰ τὴν ἕω Ῥωμαίοις μηδέποτε ἐπιστρατεύσειν, δώροις τε ἀμειψαμένου βασιλέως ἀξίως ἑαυτοῦ, ὁ μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, ἅπερ ἐπηγγείλατο ἀληθῆ ἐπὶ τῶν ἔργων ἀποδεικνύς· οὐκέτι γὰρ οὐδὲν ἠδίκησε Ῥωμαίους· βασιλεὺς δὲ εἰς Βυζάντιον ἐπανῆκεν. ἔνθα διατρίβοντι ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ μεμήνυκεν, εἰ ἀρεστὸν αὐτῷ εἴη, συνελθεῖν τε αὐτῷ καὶ τὰς σπονδὰς ἀνανεώσασθαι καὶ τὴν εἰρήνην. τὴν γὰρ πρότερον ἐν Ἀδριανουπόλει γενομένην συντυχίαν, τοῦ καιροῦ καὶ τῶν πραγμάτων οὐκ ἐώντων διὰ τὸν συμβεβηκότα τότε πόλεμον, ἐπ' ὀλίγον τε