119
ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνεργείας ὠνόμασται. ∆έρμα. τὸ περὶ τοῖς ωμοις ολον τεινόμενον. ο ποιητικωτέρως λέγεται ῥινὸς καὶ αφρα καὶ στέρφος καὶ ἀνθρωπῆ· ἐπὶ δὲ ἀλόγων πέσκος καὶ μάκος. δέρμα δὲ τὸ οἱονεὶ τέρμα, τέλος γὰρ τοῦ σώματος ἐστὶ καὶ εξωθεν περιβέβληται. η delta.484 δέμας ον τῷ δεσμῷ ἐοικὸς, πλεονασμῷ τοῦ ˉρ· η δέρμα πᾶς χρὼς, ὁ πρὸ τοῦ ηπατος. η αμεινον, τὸ ῥάμφος ἀπὸ τοῦ δέῤῥειν, ο ἐστι κρούειν. ∆έροσ. τὸ κώδιον. οιον· -δέρος δέ οἱ ισον ὀνείρῳ. αἱ τοιαῦται εὐθεῖαι η ἰωνικαὶ εἰσὶν η δωρικαὶ, οιον δέρος, κῶος· ἀπὸ γὰρ τοῦ δέρας καὶ τοῦ κῶας πεποίηται. η παρὰ τὸ δείρω δέρος, ὡς μείρω μέρος, φθείρω φθόρος. ∆έρτρον. τὸ δέρμα. οιον· δέρτρον εσω δύνοντες- παρὰ τὸ δέρω δέρτρον, ὡς φέρω φέρτρον, μείρω μέτρον. ἀλλαχοῦ σημαίνει ἡ λέξις τὸν ἐπίπλουν. ὁ δὲ ̓Αρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ηπατος. αμεινον δὲ τὸ ῥάμφος ἀπὸ τοῦ δέρειν, ο ἐστι κρούειν. τούτῳ δὲ διαῤῥήσσουσιν α αν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καὶ εστιν ονομα ῥηματικὸν, ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, ουτως καὶ παρὰ τὸ δέρω δέρτρον. ∆έρας χρυσόμαλλον. οὐχ ὡς ποιητικῶς φέρεται· ἀλλὰ βιβλίον ην ἐν δέρμασι γεγραμμένον, περιέχον οπως δεῖ γίνεσθαι δισχημίας χρυσόν. εἰκότως ουν οἱ τότε χρυσοῦν ὠνόμαζον αὐτὸ δέρας διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ. ∆έραια. ἐπιτραχήλιος κόσμος. ∆εῤῥίδιον. σκιάδιον δερμάτινον. ∆ερμόπτερα. οιον νυκτερὶς, ητις μόνη τῶν πτητικῶν ζώων ζωοτοκεῖ καὶ ἐν μαστοῖς γάλα εχει, καὶ θηλάζει τὸ γεννώμενον. delta.485 ∆εσμὰ τῆς ψυχῆσ. κατὰ μὲν τὸ πρόχειρον αἱ φλέβες, αἱ ἀρτηρίαι, τὰ νεῦρα· κατὰ δὲ τὸ νοούμενον τὰ εργα πρὸ τοῦ λόγου. ∆ευτερόπρωτον σάββατον. οταν διπλῆ ἡ ἀργία ην, καὶ τοῦ σαββάτου τοῦ κυρίου, καὶ ἑτέρας ἑορτῆς διαδεχομένης. σάββατον γὰρ ἑκάστην ἀργίαν καλοῦσι. ∆έλτα. τὸ στοιχεῖον. ερτά τι ον, τὸ μὴ ον ἐλλιπὲς τῇ ἐπάρσει, ἰσόπλευρον γὰρ ον οὐκ ἀφαιρούμεθά τι τῶν ισων, ινα ισα γένηται, ἐπεὶ ουν ουτως ετυχεν ἐκ τῆς κατ' ἀρχὴν ἐντυπώσεως· αλλοι δὲ ἀπὸ τοῦ δέλτα τοῦ ἐξ ἀστέρων συγκειμένου. ∆έρτρον. τοῦ ἐντέρου τὸ λεπτόν. λέγει ὁ ̔Ιπποκράτης. φησὶ καὶ ὁ Ψελλός· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν κατονομάζει δέρτρον· τὸ δὲ ἀνδρείω μόριον πιρινάτου καλοῦσι. ( ̔Ρῆμα.) ∆έγμενοσ. ἀπὸ τοῦ δεδεγμένος κατὰ συγκοπήν. ∆εδηχότασ. δακόντας. δεδειχότας δὲ ἀντὶ τοῦ δείξαντας, δίφθογγον. ∆έδειχασ. εδειξας. ∆εδοκημένοσ. ἐνεδρεύων, ἐκδεχόμενος, ἐπιτηdelta.486 ρῶν. ἀπὸ τοῦ δοκῶ. εστι δὲ παρακείμενος παθητικός. ∆εδραγμένοσ. πεπραγμένος. ∆εδημευμέναι. ἀπηγορευμέναι. ἡμέραι δ' ησαν δεδημευμέναι. ∆εδοκιμασμένα. κεκριμένα. ∆εδοξοποιημένον. δόξῃ κοσμούμενον. ∆εδίττω. φοβοῦμαι. ∆εδιώσ. φοβούμενος. ∆έδοικα. φοβοῦμαι. δείδω, τὸ φοβοῦμαι. τούτου ὁ μέλλων δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τοῦ δ ἐτράπη τὸ εσχατον δ εἰς κ, γέγονε δέδοικα. δέδυκα δὲ, ἀντὶ τοῦ εἰσῆλθον, ψιλόν. ∆εδοίκω. λέγει ὁ ̔Ηρωδιανός· ο ἐστι ῥήματα ἀπὸ παρακειμένου εἰς ἐνεστῶτα παραγόμενα, οιον δέδοικα, δεδοίκω, βέβρωθα, βεβρώθω. ∆έδοκται. συνήρεσεν, εδοξε. ∆εδέαται. δέω, δέσω, δέδεκα, δέδεμαι, ἐδεδέμην, ἐδέδεντο τὸ πληθυντικὸν, καὶ ἰακῶς δεδέατο. ἀπὸ τοῦ παρακειμένου δεδέαται γίνεται. ∆εδοίην. ..... ∆εδαίαται. δαίω, τὸ μερίζω. ὁ παθητικὸς παρακείμενος δέδαιμαι, τὸ πληθυντικὸν δέδαιντο, delta.487 καὶ ̓Ιακῶς δεδαίαται, οιον· διχθὰ δεδαίαται εσχατοι ἀνδρῶν. ∆εδῄει. ἐξῆπτο, διεγήγερτο. ἀπὸ μεταφορᾶς τοῦ πυρός. εστι δὲ ὑπερσυντέλικος ἀπὸ τοῦ δαίω, δαίσω, δέδαικα, ὁ μέσος δέδαια, τροπῇ τοῦ ˉαˉι εἰς ˉη δέδῃα, ὁ ὑπερσυντέλικος ἐδεδῄειν, καὶ συναρχομένως δεδῄει. ∆έδῃεν. ἀντὶ τοῦ περιεκύκλωσεν, η ἐδέσμευσεν. πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδῃε. ∆έδια. δέω τὸ φοβοῦμαι. ὁ μέλλων δέσω, δέδεκα, ὁ μέσος δέδεα, καὶ μεταθέσει τοῦ ˉε εἰς ˉι δέδια, ἡ μετοχὴ δεδιώς. ∆εδμήατο. δαμῶ, δμῶ, δέδμηκα, ἐδεδμήμην, ἐδέδμηντο, καὶ ̓Ιακῶς δεδμέατο, καὶ ἐκτάσει τοῦ ˉε εἰς ˉη δεδμήατο. ουτω καὶ τὸ πεφοβήατο. ∆εδμήμεθα. ὑποτετάγμεθα. ∆εδμημένοι. δεδαμασμένοι. καὶ δέδμηνται. ∆εδαϊγμένοσ. ἀνῃρημένος. ∆έδασται. μεμέρισται. ∆έδηγμαι. ἠνίαμαι, λελύπημαι. καὶ