ποιότητος σχῆμα καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή. διαφέρει δὲ ὅτι τὸ μὲν σχῆμα κυρίως ἐπὶ ἀψύχων, ἡ δὲ μορφὴ κυρίως ἐπὶ ἐμψύχων τάττεται. αὗται μὲν οὖν εἰσι ποιότητες. τὰ δὲ ἀπὸ τούτων καλούμενα ποιὰ λέγεται, οὐ ποιότητες, ὥσπερ τὸ εὐθὺ ἀπὸ τῆς εὐθύτητος καὶ τὸ καμπύλον ἀπὸ τῆς καμπυλότητος λεγόμενα οὔκ εἰσι ποιότητες, ἀλλὰ μᾶλλον ποιά, τουτέστι πεποιωμένα· διὸ καὶ ὑπὸ τὸ κεῖσθαι ἀναχθήσονται. κατηγορεῖται δὲ ἡ ποιότης τετραχῶς· <ἢ παρωνύμως ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός>, ἢ ὁμωνύμως ὡς ἀπὸ τοῦ λευκοῦ χρώματος τὸ λευκὸν σῶμα, ἢ ἑτερωνύμως ὡς ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος, ἢ ἀκατονομάστως ὡς ὁ δρομικὸς καὶ πυκτικός· οὐ γὰρ κεῖται ταῖς ποιότησιν ὀνόματα ἐξ ὧν οὕτως ἐποιώθησαν. ἔχει δὲ ἡ ποιότης ἴδια τρία· πρῶτον μὲν τὸ ἔχειν ἐναντίον· ἡ γὰρ δικαιοσύνη τῇ ἀδικίᾳ ἐστὶν ἐναντία· δεύτερον δὲ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· τοῦτο δὲ τὸ ἴδιον οὐ ταῖς ποιότησιν, ἀλλὰ τοῖς πεποιωμένοις ἐνυπάρχει· δικαιοσύνη μὲν γὰρ δικαιοσύνης οὐ λέγεται μᾶλλον καὶ ἧττον οὐδὲ γραμματικὴ γραμματικῆς, δίκαιος μέντοι δικαίου καὶ γραμματικὸς γραμματικοῦ μᾶλλον καὶ ἧττον λέγεται. τρίτον ἴδιον ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι· τοῦτο δὲ κυρίως ἴδιον· κατ' ἄλλο γάρ τι τῶν εἰρημένων οὐδὲν ὅμοιον ἢ ἀνόμοιον λέγεται ἀλλ' ἢ κατὰ τὴν ποιότητα. καὶ ταῦτα μὲν καὶ περὶ τῆς ποιότητος. Περὶ τοῦ πρός τι Πρός τί ἐστι κατηγορία οἷς τὸ εἶναι ταὐτόν ἐστι τὸ πρός τί πως ἔχον, τουτέστιν ὧν ἡ ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει ἐστίν, οἷον διπλάσιον καὶ τὸ ἥμισυ· τὸ γὰρ διπλάσιον ἐν τῇ πρὸς τὸ ἥμισυ σχέσει ἔχει τὸ εἶναι, ὁμοίως δὲ καὶ τὸ ἥμισυ ἐν τῇ πρὸς τὸ διπλάσιον σχέσει, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὑποβέβηκε δὲ τοῖς πρός τι, ὧν τὸ μὲν κατὰ ταὐτότητα λέγεται ὡς φίλος φίλου φίλος, τὸ δὲ κατὰ ἀνισότητα ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, ἢ κατὰ ἰσότητα ὡς τὸ ἴσον ἴσῳ ἴσον, τὸ δὲ κατὰ γένεσιν ὡς πατὴρ υἱοῦ πατήρ, τὸ δὲ κατὰ μέθεξιν ὡς τὸ μετέχον μετεχομένου μετέχει, τὸ δὲ κατὰ ὕφεσιν ὡς δεσπότης δούλου δεσπότης, τὸ δὲ κατὰ πάθος ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὸ δὲ κατὰ κρίσιν ὡς ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, τὸ δὲ κατὰ θέσιν ὡς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, τὸ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφορὰν ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ ἀνάγεται· καὶ γὰρ τούτων ἡ ἐπιστήμη γένος. δεῖ δὲ εἰδέναι ὅτι τῶν πρός τι τὰ μὲν κατὰ γενικὴν πτῶσιν προφέρεται, οἷον ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ δοτικήν, ὡς τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ ἐστὶν ἐπιστητόν, τὰ δὲ κατὰ αἰτιατικήν, ὡς ὁ τύπτων τυπτόμενον τύπτει. ἔχει δὲ τὰ πρός τι ἴδια τέσσαρα, ἓν μὲν τὸ ὑπάρχειν ἐν αὐτοῖς ἐναντιότητα-καὶ γὰρ τῇ ἐπιστήμῃ ἐστὶν ἐναντίον ἡ ἄγνοια-, δεύτερον δὲ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, τρίτον τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, οἷον ὁ δοῦλος δεσπότου δοῦλος καὶ ἀντιστρέφει-καὶ ὁ δεσπότης γὰρ δούλου δεσπότης-, τέταρτον τὸ ἅμα τῇ φύσει εἶναι· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος αὐτίκα καὶ διπλάσιόν ἐστι. καὶ ἐπὶ πάντων τῶν πρός τι ὁμοίως ἔχει. καὶ περὶ μὲν τοῦ πρός τι ἀρκείσθω ταῦτα. Περὶ τοῦ ποιεῖν καὶ πάσχειν ∆ιττόν ἐστι τὸ ποιεῖν, ἢ ἐν σώματι ὡς τὸ τέμνειν καὶ καίειν, ἢ ἐν ψυχῇ ὡς τὸ λυπεῖν καὶ χαροποιεῖν. ὁμοίως δὲ καὶ τὸ πάσχειν, τὸ μὲν ἐν ψυχῇ ὡς τὸ λυπεῖσθαι, τὸ δὲ ἐν σώματι ὡς τὸ τέμνεσθαι. ἔχει δὲ ἴδια δύο, ἓν μὲν τὸ ἐπιδέχεσθαι ἐναντιότητα-οὐχ ὅτι τὸ ποιεῖν τῷ πάσχειν ἐστὶν ἐναντίον, ἀλλ' ὅτι τὸ ποιεῖν ἤγουν τὸ ψύχειν ἐναντίον ἐστὶ πάλιν τῷ ποιεῖν ἤγουν τῷ θερμαίνειν καὶ τὸ πάσχειν ὁμοίως ἤγουν τὸ ψύχεσθαι τῷ θερμαίνεσθαι ἐναντίον ἐστί-, δεύτερον τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· θερμαίνειν γὰρ μᾶλλον καὶ ἧττον λέγεται καὶ θερμαίνεσθαι μᾶλλον καὶ ἧττον λέγεται. Περὶ τοῦ ποῦ Τὸ ποῦ εἰς ἓξ διαιρεῖται, εἰς τὸ ἄνω καὶ κάτω, τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. Περὶ τοῦ ποτέ Τὸ ποτὲ εἰς τρία διαιρεῖται, εἰς ἐνεστῶτα ὡς τὸ σήμερον, εἰς παρεληλυθότα ὡς τὸ χθές,