15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
οὐχ ὁ νοητὸς κόσμος, ὥς τινες οἴονται· αἰώνιος γὰρ οὗτος, τὸ δ' αἰώνιον κατὰ μετοχὴν αἰῶνος αἰώνιον λέγεται, ὥστε ἄλλο ἐκεῖνος παρὰ τὸν αἰῶνα. ἀλλ' οὐδὲ ἡ τούτου στάσις καὶ ἔμμονος διαγωγὴ αἰών, κατὰ γὰρ τὸν αἰῶνα ἡ στάσις, οὐκ αὐτὴ αἰών. τί ποτ' οὖν ὁ αἰών; ἀλλ' οὐ δύναμαι οὕτως εἰπεῖν ἐξ ὀνόματος· ἀνάσχοισθε δέ μου βραχύ τι τὸν λόγον πλατύνοντος, ἵν' ἐκεῖθεν ὑμῖν τὸ ποθούμενον γνωρισθείη. ὁ νοητὸς κόσμος ἐστὶ καὶ ἓν καὶ πολλά, ἀλλ' ἓν μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν, πολλὰ δὲ κατὰ τὴν ἡμετέραν νόησιν, ἀμερὴς γάρ ἐστι καὶ πολυδύναμος. εἴ τις οὖν αὐτὸν ἐννοήσειεν ὡς οὐσίαν τινὰ ἔχουσαν ζωὴν καὶ ταὐτότητα, κίνησίν τε καὶ στάσιν, τὴν μὲν κατὰ τὸ ζωτικὸν εἶδος, τὴν δὲ κατὰ τὸ ἀνεξάλλακτον τοῦ ταὐτοῦ, ταὐτότητά τε καὶ ἑτερότητα, τὴν μὲν κατὰ τὴν οἰκείαν ὁμοιομέρειαν, τὴν δὲ κατὰ τὸ μηδενὶ ἑτέρῳ προσεοικέναι, εἶτα τὰ πολλὰ ταῦτα συστείλας καὶ τὰς δυνάμεις εἰς τὴν οὐσίαν συγκλείσας, ὡς ἓν πάντα ἐθεάσατο, αἰῶνα εἶδεν. ἔστι γὰρ αἰών, ὡς ἐν τύπῳ ὁρίσασθαι, ἡ ἐλλαμπομένη ἀπὸ τοῦ νοητοῦ κόσμου ἀμερὴς ταὐτότης καὶ ἀμετάβλητος, ἧς οὐδὲν οὔτε παρῳχηκός ἐστιν οὔτε μέλλον, ἀλλ' ἐν τῷ νῦν συνουσιωμένον αὐτῇ τὸ πᾶν πέφυκεν. ὃ γοῦν μήτε παρῴχηκε μήτε ἔσται, ἀλλ' ἔστιν ἀεί, τοῦτο αἰών, ἀπὸ τοῦ ἀεὶ ἐν τῷ ὂν εἶναι λαβὼν τοὔνομα. Τοιαῦτα μὲν οὖν τὰ μέχρις οὐρανοῦ, αἰώνιοι γὰρ αὐτῶν καὶ αἱ οὐσίαι καὶ αἱ ἐνέργειαι· ἀλλ' οὐκ ἔδει τὰ κρείττονα τῶν γενῶν ἔσχατα εἶναι. διὰ ταῦτα τὰ ὑπὸ σελήνην παρήχθη, αἰθέρες, ἀστέρες, γῆ, θάλασσα, ζῷά τε καὶ φυτά· τούτων γὰρ ἁπάντων οὔτε ἡ οὐσία τὸ ταὐτὸν ἔχει οὔθ' ἡ ἐνέργεια, ὑπὸ γένεσιν γὰρ σύμπαντα καὶ μεταβολήν. καὶ ὥσπερ τοῖς ἀκινήτοις ὁ αἰὼν συνυφίσταται, οὕτω τοῖς κινουμένοις ὁ χρόνος, ῥέων ἀεὶ καὶ τούτοις συμπερικινούμενος καὶ μετρῶν ἀεὶ τὴν τούτων κίνησιν, ὃς δὴ ὥσπερ τοῦ αἰῶνος ἐφιέμενος τρέχει μέν, ἵνα πρὸς ἐκεῖνον φθάσῃ καὶ σταίη κινηθείς, ἀνήνυτον δὲ μόχθον μοχθεῖ· τούτου τὸ μὲν παρῴχηκε, τὸ δὲ μέλλει, τὸ δὲ ἑστὼς οὐδαμοῦ. ἀλλ' ἐπειδὴ δύο τινῶν ἐμνημονεύσαμεν, ἑστώτων κατὰ οὐσίαν καὶ ἐνέργειαν, ὁποῖα δὴ τυγχάνει τὰ νοητά, καὶ κινουμένων κατ' αὐτὰ ταῦτα, οὐδὲν δὲ τῶν ὄντων κενόν, ἀλλ' ἐν πᾶσι τοῖς ἐναντίοις συνδέσεις εἰσὶ καὶ μεσότητες, τίνα δὴ τούτων μέσα πέφυκεν, ἵνα τὸ μὲν αὐτῶν αἰώνιον εἴη, τὸ δὲ ἔγχρονον; ἔστι τοίνυν οὐρανὸς καὶ τὰ μέχρι σελήνης· τούτων γὰρ ἡ μὲν οὐσία αἰώνιος (οὔτε γὰρ φθίνει οὔτ' αὐξά νει οὔτ' ἀλλοιοῦται ἢ μεταβάλλεται)· χρονικὴ δὲ ἡ ἐνέργεια, κινουμένου γὰρ τοῦ σύμπαντος κόσμου τὸ μέν τι αὐτοῦ ὑπερκύπτει τοῦ ὁρίζοντος, τὸ δὲ μεσουρανεῖ καὶ ἄλλο πρὸς δυσμὰς ἥκει καὶ ἕτερον ὑπὸ γῆν φέρεται. Τοιοῦτόν ἐστι καὶ ἡ ἐν σώματι ψυχή· καὶ γὰρ καὶ ταύτης ἡ μὲν οὐσία ἀίδιος, ἡ δὲ ἐνέργεια χρόνῳ μετρεῖται· οὐ γὰρ ἀθρόως ὁρᾷ τὰ ζητούμενα, ἀλλὰ τέλος προτίθεται καὶ ἀρχὰς προβάλλεται καὶ ἀπὸ τούτων ἐπ' ἐκεῖνο χωρεῖ. περὶ δὲ τῆς ἀπολυομένης ἀπὸ τοῦ σώματος οὐδὲν τέως ἂν εἴποιμι, μέχρις ἂν τὰ τοῦ Χαλκιδέως Ἰαμβλίχου πρὸς τὰ τοῦ ∆ιονυσίου συναγαγὼν καὶ πρὸς τὴν λοιπὴν ἱερολογίαν ἀντεξετάσας, εὕροιμι εἰ καλῶς διατετύπω ται. εἰ μὲν οὖν ἕτερός τις ἔχοι τι κρεῖττον ὑμῖν τούτων εἰπεῖν ὧν αὐτὸς εἴρηκα, ἐκείνῳ προσθήσεσθε. ἕως δ' ἂν οὗτος ἐν τῷ ἀφανεῖ πέφυκε καὶ τὸ τῆς ἰσημερίας περιέχῃ κλίμα, ὥσπερ που πάλαι τὸν Ὠάνην, ὃς δὴ ἐκεῖθεν εἰς Αἴγυπτον παρεγένετο, ἰχθύος ἠμφιεσμένος δοράν, τούτοις ἐμμένετε.
54 Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «τοῦ δέ, νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον»
Πρὸς τὸν εἰρηκότα τὸ διλήμματον ἐκεῖνο, μᾶλλον δὲ ἀσεβές τι πρόβλημα, τὸ «ὄντα γεγέννηκεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ ὄντα;» διαγωνιζόμενος ὁ μέγας οὗτος πατὴρ