1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

119

ἂν οἱ ἅγιοι διὰ πάντων τῶν πνευματικῶν {καὶ} πολεμίων τρόπων καταβάλωσιν αὐτόν, οὐκ αἰσθάνεται, ἀλλὰ πάλιν ὁ αὐτός ἐστιν. πετροβόλον γάρ ἐστιν ἡ σφενδόνη. 41, 21 καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. πυρφόρος ὁ θεοφιλὴς βίος ὡς ζέων τῷ πνεύματι. φησὶν οὖν, ὅτι κἂν κατὰ πάντα βίῳ θεοφιλεῖ συσσείσῃ τις αὐτόν, οὐδὲν ἧττον καταφρονεῖ καὶ καταπαίζει. 41, 22 ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς. ἐπὶ γὰρ τοῖς ὀδυνηροῖς καὶ ἀνωμάλοις πράγμασιν ἐπαναπαύεται. 41, 22 πᾶς δὲ χρυσὸς θαλάσσης ἐπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. τοῦ κυρίου λέγοντος· ἐμόν ἐστι τὸ χρυσίον καὶ ἐμόν ἐστι τὸ ἀργύριον οὗτος ψευδολογῶν ἐπαγγέλλεται ἴδια αὐτοῦ εἶναι ταῦτα· διὸ καὶ ἔλεγε τῷ σωτῆρι ψευδόμενος· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. ἐπαγγέλλεται οὖν ἔχειν χρυσὸν ὡς πηλὸν ἀμύθητον· θαλάσσης δὲ ἔοικε λέγειν· τοῦ κόσμου. οὕτω δὲ ὁ κόσμος ἐκλαμβάνεται, ἵνα εἴπῃ, ὅτι συκοφαντεῖ ὡς πάντα τὸν χρυσὸν τοῦ κόσμου περιβεβλημένος. 41, 23 ἀναζεῖ τὴν θάλασσαν ὥσπερ χαλκεῖον. ἐπειδὴ ἡ ψυχὴ αὐτοῦ πῦρ ἐστιν, πάντα τὸν βίον τοῦτον ἐκβράσσει 378 ἀνακινῶν καὶ ἐκταράσσων. 41, 2324 ἡγεῖται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. ταῦτα κεναυχῶν νομίζει δύνασθαι. ἀμέλει καὶ διὰ Ἡσαίου φαίνεται λέγων· τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ. ἐπειδὴ γὰρ ἐδόθη τις αὐτῷ μεγίστη δύναμις κατὰ φύσιν ὑπὸ τοῦ κτίσαντος αὐτὸν κυρίου, ὑπερηφανεύσατο καὶ τοιαῦτα ἤρξατο διαλέγεσθαι, ὡς καὶ μεγαλορρημονεῖν καὶ λέγειν· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. διὰ τοῦτο πέπτωκε μὲν ἐκ τοῦ οὐρανοῦ· ἐθεώρουν γὰρ τὸν Σατανᾶν, φησὶν ὁ κύριος, ὡς ἀστραπὴν πεπτωκότα ἐκ τοῦ οὐρανοῦ. ἐξεβλήθη δὲ καὶ ἐκ τῆς γῆς ἐνανθρωπήσαντος τοῦ κυρίου. ἀλλ' οὐδὲ τοῦ ἀέρος ἔτι τὴν ἐξουσίαν ἔσχεν τοῦ σωτῆρος ἡμῶν τὸν ἀέρα καθαίροντος, ὅτε ἐπὶ τὸν κοσμοφύλακα σταυρὸν ἀνέδραμεν. ἀλλ' οὐδὲ τοῦ ᾅδου τὴν ἐξουσίαν ἔχει λύσαντος τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τοῦ ᾅδου τὸ δεσμωτήριον. πάντων οὖν ἐξωσθεὶς τῶν τόπων, ὧν κρατήσειν ὁ μάταιος ἤλπιζεν, οὐδένα ὑπολελειμμένον ἔχει τόπον, εἰ μὴ τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 41, 25 οὐκ ἔστιν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ οὐδέν. καλῶς εἶπεν· ἐπὶ τῆς γῆς, ἐπειδὴ τῶν οὐρανίων ἀψίδων ἐκβέβληται. τὸ δὲ ὅμοιον ἢ κατὰ τὴν ἰσχὺν ἢ κατὰ τὴν ἰταμότητα ἢ τὴν κακίαν. 41, 25 πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. 379 ἀλλ' ὅμως, φησίν, ὁ τοιοῦτος καὶ τηλικοῦτος ὑπὸ τῶν ἁγίων ἀγγέλων καὶ τῶν τὸν ἰσάγγελον βίον ἑλομένων καταπαίζεται. 41, 26 πᾶν ὑψηλὸν ὁρᾷ. ὅλος γάρ ἐστιν ὑπερηφανία οὐδὲν ταπεινὸν λογιζόμενος. 41, 26 αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν. τῶν τὸν ὑγρὸν καὶ διαρρέοντα καὶ ἡδονικὸν μετιόντων βίον. διόπερ ἡμεῖς εὐξώμεθα μὴ βασιλεύσειν ἡμῶν τὴν ἁμαρτίαν πρὸς τὸν ἡμῶν θεὸν καὶ πατέρα μετὰ δακρύων λέγοντες· ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ἵνα τοῦ θεοῦ βασιλεύοντος ἐν ἡμῖν μηδένα ἔχῃ τόπον ἡ τυραννικὴ δυναστεία. ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐθεωρήσαμεν ἐκ τῶν παλαιοτέρων ὁδηγηθέντες. πρὸς δὲ τοὺς λέγοντας κῆτος αἰσθητὸν εἶναι τὸν ὑπὸ τοῦ λόγου διαγραφέντα δράκοντα τοσαῦτα μὲν ἐροῦμεν· εἰ μὲν ὄντως ἔστι κῆτος τοιοῦτον, μανθάνετε, ὡς ἐξ ὁμοιώσεως τῶν θηρίων θεωροῦμεν πολλάκις καὶ αὐτὸν τὸν διάβολον καὶ τῶν ἀνθρώπων τοὺς πονηρούς. καὶ περὶ μὲν τῶν δαιμόνων εἶπεν ὁ σωτήρ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. πρὸς δὲ τὸν Ἡρώδην ἐκπέμπων ἔλεγεν· εἴπατε τῇ ἀλώπεκι ταύτῃ τὸ δολερὸν τοῦ ἤθους αὐτοῦ καὶ ἐπίκλοπον αἰνιττόμενος, ὥστε τύπον τινὰ ἔχουσι τοῦ διαβόλου τὰ θηρία, καθάπερ καὶ τῶν πονηρῶν ἀνθρώπων. εἰ δὲ μὴ ἔστι τοιοῦτον θηρίον, οὐκέτι ἐξ ὁμοιώσεως, ἀλλ' αὐτο 380 προσώπως περὶ τοῦ διαβόλου τὰ εἰρημένα νοοῦνται, καὶ ὁ ὑμέτερος εἰς τὸ μηδὲν οἰχήσεται λόγος δοξαζόντων ὑφεστάναι τὸ μὴ ὑφεστηκός,