119
πάσης θλίψεως ἐῤῥύσω με· καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου." Τὴν τῆς αἰνέσεώς σοι προσοίσω θυσίαν, τὰς σὰς εὐερ γεσίας διεξιών. Τοῦτο γὰρ κἀμοὶ ὠφέλιμον, καὶ [πᾶσι τοῖς ὑπὸ σοῦ βοηθουμένοις καὶ] σοὶ κατα θύμιον. ∆ίκαιον δὲ τοῦτο ποιεῖν, καὶ συμφορῶν ἀπαλλαγέντα παντοδαπῶν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον θεασάμενον. [Ὅτι δὲ ταύτην οἶδε θυσίαν ὁ τῶν ὅλων ∆εσπότης, καὶ ὁ μακάριος Παῦλος μέ μνηται· συμπαραλαβὼν μεθ' ἑαυτοῦ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ παρακαλῶν τοὺς τροφίμους τῆς χάρι τος, λέγων οὕτως· "Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ." Καὶ τί τὸ εἶδος τῆς θυσίας ἡρμήνευσεν ἐν τῷ εἰπεῖν, "διὰ "τῆς λογικῆς ὑμῶν λατρείας."] ΕΡΜΗΝ. ΤΟΥ Ν∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Ἐν ὕμνοις, συνέσεως τῷ ∆α βίδ." Εἴρηκε μὲν τὸν ψαλμὸν ὁ μακάριος ∆α βὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ μετανάστης γε νόμενος, ἐν ἐρήμῳ τε διάγειν, ἀναγκαζόμενος· προ θεσπίζει δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὰς, καὶ ἐν ἑαυτῷ προδια γράφει τὰ τοῦ ∆εσπότου παθήματα. Αὐτός τε γὰρ ὑπὸ τοῦ εὐεργετηθέντος Σαοὺλ ἐξηλαύνετο· καὶ ὑπό τινων γνωρίμων προυδίδοτο, καὶ τὸν ∆εσπότην προεώρα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ταυτὸ τοῦτο πεισόμενον, καὶ ὑπὸ τῶν εὖ πεπονθότων προδοθησό μενόν τε καὶ σταυρωθησόμενον. ∆ιά τοι τοῦτο καὶ εἰς τὸ τέλος ἡ ἐπιγραφὴ παραπέμπει τὸν ἐντυγχά νοντα, καὶ συνετῶς προσέχειν τοῖς λεγομένοις παρεγγυᾷ, ὡς τῆς προφητικῆς διανοίας κεκαλυμμέ νης, καὶ μετὰ χρόνον δεχομένης τὸ τέλος. Πρὸς δὲ τούτοις, καὶ τοῖς ὕμνοις ὁ ψαλμὸς ἐγκατείλεκται, σκιαγραφίαν τινὰ ἔχων τῶν ∆εσποτικῶν παθημά των. ∆ίκαιον γὰρ ἀεὶ ὑμνεῖν τὸν ταῦτα παθεῖν ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀνεχόμενον σωτηρίας. Ἀλλὰ μηδεὶς τῇ ταπεινότητι τῶν ῥημάτων προσέχων, ἀνάξια ταῦτα ἡγείσθω τῆς τοῦ Σωτῆρος Χριστοῦ ἐνανθρωπήσεως. Σκοπείτω δὲ, ὡς χολῆς, καὶ ὄξους, καὶ ἥλων, καὶ ἀκανθῶν, καὶ ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων, καὶ πάσης ἀνασχόμενος παροι νίας, καὶ τὸ τελευταῖον καταδεξάμενος θάνατον, οὐκ ἂν λόγων ταπεινότητα παρῃτήσατο. Κατάλληλα γὰρ εἶναι τὰ ῥήματα προσήκει τοῖς πράγμασιν. Αὐτοῦ δέ ἐστιν ἡ φωνή· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι 80.1269 πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Καὶ πάλιν, "Ἐντο λὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω, καὶ οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ." Καὶ, "Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;" Ταῦτα δὲ, καὶ τὰ τοιαῦτα, ἀνθρωπίνως ἐφθέγγετο, καὶ τὴν ἀνθρωπείαν φύσιν ὑποδεικνύων, καὶ οἰκοδομῶν τὴν τῶν Ἰουδαίων ἀσθένειαν. Ἐνταῦθα μέντοι ὁ θεῖος ∆αβὶδ καὶ τὴν εἰς ἑαυτὸν γεγενημένην ἀδικίαν διδάσκει, καὶ τὴν εἰς τὸν ∆εσπότην [Χριστὸν τὸν Θεὸν ἡμῶν] ἐσομένην προδιαγράφει, τῇ κοινωνίᾳ τῶν παθημάτων ἐν αβρυνόμενος, καὶ μονονουχὶ βοῶν μετὰ τοῦ Παύλου, "Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω." [Οὐ μόνον δὲ ὁ Προφήτης, ἀλλὰ καὶ ἅπαντες ὅσοι διὰ τὸ ὄνομα αὐτοῦ κοινω νοῦσι τοῖς παθήμασιν αὐτοῦ, δοξασθήσονται· καθά περ ὁ θεῖος Παῦλος· "Εἴπερ συμπάσχωμεν ἵνα καὶ συνδοξασθῶμεν." Καὶ αὕτη μὲν τῆς ἐπιγραφῆς καὶ σχεδὸν τοῦ παρόντος ψαλμοῦ ἡ δύναμις· ἀπαρχόμενος δὲ ὁ Προφήτης οὕτως ἔφη·] βʹ, γʹ. "Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσ άκουσόν μου." ∆ιαφόρους ἱκετείας προσφέρει, δεχθῆ ναι πάντας ἀντιβολῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ' εὐμενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὄρεξον. "Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταρά χθην. [δʹ.] Ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρ τωλοῦ." Ὀνειδιζόμενος γὰρ, φησὶ, καὶ πολεμούμε νος ὑπὸ τῶν ἀδικούντων ἐχθρῶν, καὶ τὰς παντοδαπὰς αὐτῶν ἐπιβουλὰς λογιζόμενος, πολλῆς ἀλγηδόνος [ἀντὶ τοῦ τῆς παρ' αὐτῶν κατ' ἐμοῦ γενομένης ἐπιβουλῆς], ἐμπέπλησμαι. Ἀδολεσχίαν γὰρ ἡ θεία Γραφὴ τὴν συνεχῆ μελέτην καλεῖ. Τοῦτο δὲ ὁ Σύμμα χος οὕτως ἡρμήνευσε· "Κατηνέχθην προσλαλῶν ἐμαυ τῷ, καὶ συνεχύθην ὑπὸ φωνῆς ἐχθροῦ, ὑπὸ ἐν οχλήσεως ἀσεβοῦς." Τὸν γὰρ