119
κατεκρίνατέ με εἰπεῖν τὸ παριστάμενόν μοι, ἀνήγγειλα ὑπὸ μάρτυρι θεῷ λαβὼν καὶ λόγον ὡς φυλάσσεται μυστήριον φειδοῖ τοῦ πειρασμοῦ. λοιπὸν ὑμεῖς σῴζοντες σῴζετε τὰς ἑαυτῶν ψυχάς, εὐχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ. 150 {1Ναυκρατίῳ τέκνῳ}1 Γίνωσκε, τέκνον μου, ὅτι πάλιν κατέλαβεν ὁ ἐξορίσας ἡμᾶς ἀγαθὸς ἀνὴρ μετὰ ἀπειλῆς τοῦ βασιλέως διὰ τὰ δηλωθέντα αὐτῷ παρ' ἡμῶν, καίπερ οὐ πάντα εἰπόντος τοῦ βασιλικοῦ, πρὸς τὸ δεῖραί με ἑκατὸν μάστιγας καὶ ἐπᾶραι τοὺς δύο ἀδελφούς, Λουκιανὸν καὶ Ὑπάτιον, τά τε βιβλία πάντα μέχρι καὶ τροπολογίου, οὐ μὴν ἀλλὰ καὶ εἰκόνα εὑρισκομένην ἐντὸς ἐγκολπίου, χρυσίου τε ἅμα καὶ ἐάσαι μοι δέκα νομίσματα. πρὸς ταῦτα ηὐχαρίστησα τῷ ἀγαθῷ μου θεῷ, εἰδότι τὸ συμφέρον καὶ οὕτω τὰ καθ' ἡμᾶς πάντως οἰκονομοῦντι· ἀπεκρίθην αὐτῷ ὅτι ἐγὼ οὐχὶ δαρῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ. Τοῦτο μὲν οὖν ὡς ἠβουλήθη πεποίηκεν· εἰς δὲ τοὺς ἀδελφοὺς προαιρούμην καὶ τὸν Νικόλαον αὐτὸν συναπᾶραι, ἀλλ' οὐ κατεδέξατο· βιβλία ἦρεν, τὴν Κλίμακα καὶ τροπολόγιον. περὶ χρυσίου εἶπον αὐτῷ ὅτι, εἰ ἐπ' αὐτῷ ἤμην πεποιθώς, τί καὶ ὑπομένω ταῦτα; διαχωρισθεὶς οὖν αὐτῶν εἰμὶ μετὰ Νικολάου, φύλακα ἔχων ἀεὶ συγκαθεζόμενον ἡμῖν. εὔχου οὖν καὶ ὑπερεύχου ὑπομονητικῶς ἡμᾶς καὶ εὐχαρίστως διαζῆσαι, εὖ τε παρατεταγμένους πρὸς πάντα τὰ θλιβερὰ μέχρι θανάτου καὶ μέντοι γε καὶ ἀβλαβῶς εἶναι μετ' ἀλλήλων, ἔχοντας τὸν θεὸν ἐν μέσῳ· οὗ γάρ ἐστιν ἐκεῖνος, ἐκεῖ πάντα οἰστά. ∆ιὸ ἀνδρίζου καὶ αὐτός· ἥξει γὰρ πάντως καὶ πρὸς ὑμᾶς ἡ πεῖρα, δι' ἣν οἴομαι καὶ μετεξωρίσθαι ἐνταῦθα. ἀλλ' ἔχεις τὸν Κύριον βοηθοῦντά σοι, ὑπὲρ οὗ καὶ τὸ πάσχειν. μὴ πτοηθῆτε, τέκνα μου, ἀπειλάς, ὡς εἴθισται, μηδ' αὖ πληγάς, ἀφορῶντες εἰς Χριστόν, ὃς δι' ἡμᾶς ἐτραυματίσθη, ἀλλὰ μὴν μηδὲ θάνατον· ζωῆς γάρ ἐστιν αἰωνίου ἐφόδιον. ἐγώ, ἀσθενής, περιπαθής, ἀλλ' ἔχων τὰς εὐχὰς ὑμῶν σὺν τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν πάντων ἀδελφῶν χαίρω ὅ τι ἂν καὶ πάθω ἕτερον. μόνον γρηγορεῖτε προσευχόμενοι, δυναμούμενοι τῷ πνεύματι εἰς τὸ θεαρέστως ὑπαντῆσαι πρὸς πάντα. αὐτὸ τοῦτο μυστικῶς προσαγορεύων προσειπὲ τὸ ˉδ καὶ τὸ ˉλ, τὸν Ἰγνάτιον, εἴ τινα ἄλλον πιστόν. Ὁ θεὸς εἴη σοι εὐχαῖς τοῦ πατρός μου ὑπερασπιστὴς καὶ περιφύλαξ περὶ πάντα. 151 {1Τῷ αὐτῷ}1 Ὅσα ἐπέστειλας, τέκνον ἠγαπημένον, ἥσθην, ἀγαθὰ καὶ οὐκ ἀγαθά, περιχαρῆ καὶ λυπηρά, εὐέλπιστα καὶ δυσέλπιστα, γινωσκόμενα καὶ ἀγνοούμενα· ἐῶ γὰρ λέγειν τοὺς περὶ τῆς ἀθλιότητός μου ἐπαίνους, οὐ ποιοῦντος οὐδ' οὐ μὴν ποιήσαντος ἀγαθὸν ἐπὶ τῆς γῆς, κἂν σοὶ σύνηθες ἐπαίρειν τὰ κατ' ἐμὲ ἔκ τε ἀγάπης καὶ πίστεως. αἷς κεχαρακτηρισμένον ὁρῶν σου τὸ τῆς ψυχῆς πρόσωπον δοξάζω μου τὸν θεόν, τὸν βεβαιοῦντά σε ἐν τῇ πεποιθήσει τοῦ φόβου αὐτοῦ. Τὰ ἡμέτερα μὲν οὕτως ἐν ταπεινώσει καὶ ἀθλιότητι. τί γὰρ καὶ πεπόνθαμεν; οὐδ' ὡς οἱ πατέρες μου καὶ ὁμοταγεῖς, κατόπιν δὲ πολύ, ἐπειδὴ καὶ τῆς κατ' ἀρετὴν αὐτῶν ἀξίας· ὅμως ὅτι ἐλέει θεοῦ καὶ ἱκεσίᾳ πατρικῇ, ἐπεὶ καὶ ἀδελφικῇ, εὔφορος ἡμῖν ἡ ἐξορία καὶ ἡ μόνωσις, ἄλλως τῆς ἀγαθότητος τοῦ θεοῦ ὑπαγαγόντος τὴν τῆς ταπεινώσεως ἡμῶν διάθεσιν. ἧς οὐκ ἂν ἐπέτυχον, εἰ μὴ ἐμονώθην, ἣν ἠσπασάμην βελτιώτερον μέλιτος. καὶ ὢ τῆς φιλανθρωπίας τοῦ πρὸς τὸ συμφέρον μικρὸν λυποῦντος, εἶθ' ὕστερον δεικνύοντος τὸ ἐκ τῆς θλίψεως κέρδος καὶ τὸ ἐκ τῆς πικρότητος γλυκύ. οὐ μὴ οὖν ἔτι ὁ τάλας δυσχερανῶ ἐφ' οἷς με ἄξοι Χριστός, ἡ πάντων χαρά, ἐπιφωνῶν δέ εἰμι, κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ. διὸ οὐ φροντίσω περί τινος, ὥσπερ οὐδὲ περὶ τῆς σκαιωρίας τοῦ βασιλέως, εἰ καὶ σχοινίοις διέτεινε παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα θέμενός μοι· γέγραπται γάρ, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Εἴη μοι, ὦ καλὸν τέκνον, δι' εὐχῶν ὑμῶν ἐξ ἄκρας φιλανθρωπίας θεοῦ καλυπτούσης μου ἄβυσσον ἁμαρτιῶν ἐνεργὴς ἡ προσταγὴ αὕτη πρὸς πᾶσαν μου τὴν ζωὴν κατὰ πάσης ὁρατῆς τε καὶ ἀοράτου δυνάμεως. ὅπως δὲ