1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

119

ἦλθον οἱ Ἄβαρεις εἰς τὰ μέρη τοῦ ∆ανουβίου, 247 καὶ μαθὼν ὁ βασιλεὺς ἀπέστειλε Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, κατ' αὐτῶν· καὶ συμβαλὼν αὐτοῖς ἡττήθη αἰφνιδιασθεὶς ὑπ' αὐτῶν, καὶ ἀποβαλὼν πολλοὺς ὑπέστρεψεν. Ὁρμίσδας δέ, ὁ βασιλεὺς Περσῶν, Ἀρδαμάνην στρατηγὸν χειροτονήσας ἀπέστειλε περᾶσαι τὸν Εὐφράτην καὶ τὴν Ῥωμαίων χώραν λυμήνασθαι. αὐτὸς δὲ παραλαβὼν τὰς δυνάμεις ἐπέστη τοῖς τὴν Νισίβιν πολιορκοῦσι Ῥωμαίοις. ὁ δὲ Μαρτῖνος τοῦτο γνούς, καταλιπὼν τὴν Νισίβιν ἀνεχώρησεν ἐπὶ τὰ Ῥωμαϊκὰ μέρη. Ἀρδαμάνης δὲ περὶ τὴν Ἀντιόχειαν γενόμενος καὶ διαφθείρας τὰ προάστεια τῆς πόλεως ἐπὶ τὴν Κοίλην Συρίαν ἐχώρει. οὕτω μὲν οὖν ὁ Ἀρδαμάνης αἰχμαλωσίας πολλῆς κρατήσας εἰς τὴν ἑαυτοῦ χώραν ἐπανέζευξεν. ὁ δὲ αὐτοκράτωρ Ἰουστῖνος ἐπὶ τοῖς πραττομένοις δεινοπαθῶν τὸν μὲν Μαρτῖνον τῆς στρατηγίας ἀπέπαυσεν, Ἀρχέλαον δὲ χειροτονεῖ στρατηγόν. ὁ δὲ Ἀρδαμάνης τὸ ∆αρᾶς παρέλαβε καὶ οὕτως ὑπέστρεψεν. καὶ τοῦτο μαθὼν Ἰουστῖνος, καταπλαγεὶς τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφορᾶς περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τῷ Ὁρμίσδᾳ, ὅστις ἐνιαυσιαίας σπονδὰς ποιῆσαι κατεδέξατο. Κόσμου ἔτη ϛξζʹ. Τῆς θείας σαρκώσεως ἔτη φξζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ιʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. εʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, υἱοποιησάμενος καίσαρα ἀνηγόρευσε καὶ συγκάθεδρον αὐτοῦ ἐποίησεν ἔν τε ταῖς ἱπποδρομίαις καὶ αἰσίαις ἡμέραις. ἦν γὰρ ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος. 248 ιαʹ. γʹ. ιαʹ. δʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν Ἰουστῖνος τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος καὶ ἐχορήγησε τῇ πόλει δαψίλειαν ὕδατος. ιβʹ. δʹ. ιβʹ. εʹ. θʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς τὴν συναγωγὴν τῶν Ἑβραίων, τὴν οὖσαν ἐν τοῖς Χαλκοπρατείοις, ἀποσπάσας ἐξ αὐτῶν ἐποίησεν ἐκκλησίαν τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου, πλησιάζουσαν τῇ μεγάλῃ ἐκκλησίᾳ. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Αὐγούστῳ λαʹ, ἰνδικτιῶνος ιʹ, ἐτελεύτησεν Ἰωάννης, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος πάλιν ἔτη δʹ. ιγʹ. εʹ. αʹ. ϛʹ. ιʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιαʹ, Εὐτύχιος ἀπέλαβε πάλιν τὸν θρόνον Κωνσταντινουπόλεως. ὁ δὲ βασιλεὺς ἀσθενήσας καὶ μικρὸν ἀνεθεὶς τῆς νόσου προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον καὶ πάντας τοὺς ἱερεῖς καὶ πολιτευομένους· καὶ ἀγαγὼν τὸν καίσαρα Τιβέριον παρουσίᾳ πάντων ἀνηγόρευσεν αὐτὸν βασιλέα, τοῖσδε τοῖς λόγοις χρησάμενος· "ἴδε ὁ θεὸς ὁ ἀγαθύνας σε, τοῦτο τὸ σχῆμα ὁ θεός σοι δέδωκεν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα τιμηθῇς ὑπ' αὐτοῦ. τίμησον τὴν μητέρα σου, τήν ποτέ σου δέσποιναν γενομένην. οἶδας, ὅτι πρῶτον αὐτῆς δοῦλος ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν. μὴ ἐπικοινωνήσῃς φόνων. μὴ κακὸν ἀντὶ κακοῦ ἀποδώσῃς. μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί· ἐγὼ γὰρ ὡς ἄνθρωπος ἔπταισα. καὶ γὰρ πταιστὸς καὶ ἐγενόμην καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. μὴ ἐπάρῃ σε τοῦτο τὸ σχῆμα, ὡς καὶ ἐμέ. οὕτω πρόσεχε πᾶσιν, ὡς ἑαυτῷ. γνῶθι τίς ἦς καὶ τίς νῦν εἶ. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τίς ἤμην, καὶ τίς ἐγενόμην, καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι. οἶδας, ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους [οὓς] βλέπεις, ὅλους τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ 249 συκοφάντας δέξῃ. μὴ εἴπωσί σοί τινες, ὅτι ὁ πρό σου οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ' ὧν ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι δώρησαι." καὶ γενομένης εὐχῆς παρὰ τοῦ πατριάρχου, καὶ μετὰ τὸ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, ἔπεσεν ὁ καῖσαρ εἰς τοὺς πόδας τοῦ βασιλέως, καὶ ἔφη αὐτῷ ὁ βασιλεύς· "ἐὰν θέλῃς, εἰμί· ἐὰν θέλῃς, οὐκ εἰμί.